This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τῆς τῶν διατιθεμένων χωρῶν ἐπισκέψεως Περὶ μὲν οὖν τοῦ πρώτου καὶ τοπικοῦ τὴν διάληψιν ποιησόμεθα τοιαύτην: κατὰ γὰρ τὰς γινομένας ἐκλειπτικὰς συζυγίας ἡλίου καὶ σελήνης, καὶ μάλιστα τὰς εὐαισθητοτέρας, ἐπισκεψόμεθα τόν τε ἐκλειπτικὸν τοῦ ζωδιακοῦ τόπον καὶ τὰς τῶν κατ̓ αὐτὸν τριγώνων συνοικειουμένας χώρας: καὶ ὁμοίως τίνες τῶν πόλεων ἤτοι ἐκ τῆς κατὰ τὴν κτίσιν ὡροσκοπίας καὶ φωσφορίας ἢ ἐκ τῆς τῶν [p. 164] τότε ἡγεμονευόντων μεσουρανήσεως συμπάθειαν ἔχουσι πρὸς τὸ τῆς ἐκλείψεως δωδεκατημόριον. ἐφ̓ ὅσων δ̓ ἂν χωρῶν ἢ πόλεων εὑρίσκωμεν τὴν προκειμένην συνοικείωσιν, περὶ πάσας μὲν ὡς ἐπὶ πᾶν ὑπονοητέον ἔσεσθαί τι σύμπτωμα, μάλιστα δὲ περὶ τὰς πρὸς αὐτὸ τὸ τῆς ἐκλείψεως δωδεκατημόριον λόγον ἐχούσας καὶ ἐν ὅσαις αὐτῶν ὑπὲρ γῆν οὖσα ἡ ἔκλειψις ἐφαίνετο.