previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] ὅταν δὲ μὴ κατ᾽ ἀνάγκην ἀλλ᾽ ἐπ᾽ ἐξουσίας αὐτός τις ἀφ᾽ ἑαυτοῦ καὶ δοκιμάσας ἀναλάβῃ, τίς ἔτι μηχανὴ μεταβάλλεσθαι, τίς ἔτι χρῆσις ὑπόλοιπος τοῦ νόμου ; φαίη γὰρ ἂν πρὸς σὲ νομοθέτης, ‘ εἰ πονηρὸς οὗτος ἦν καὶ τοῦ ἀποκηρυχθῆναι ἄξιος, τί παθὼν ἀνεκάλεις ; τί δ᾽ αὖθις ἐπανῆγες ἐς τὴν οἰκίαν ; τί δ᾽ ἔλυες τὸν νόμον ; ἐλεύθερος γὰρ ἦσθα καὶ τοῦ μὴ ποιεῖν ταῦτα κύριος. οὐ γὰρ δὴ ἐντρυφᾶν σοι δοτέον [p. 492] τοῖς νόμοις οὐδὲ πρὸς τὰς σὰς μεταβολὰς συνάγεσθαι τὰ δικαστήρια, οὐδὲ ἄρτι μὲν λύεσθαι ἄρτι δὲ κυρίους εἶναι τοὺς νόμους καὶ τοὺς δικαστὰς καθῆσθαι μάρτυρας, μᾶλλον δὲ ὑπηρέτας, τῶν σοὶ δοκούντων, ὁτὲ μὲν κολάζοντας ὁτὲ δὲ διαλλάττοντας, ὁπόταν σοι δοκῇ. ἅπαξ γεγέννηκας, ἅπαξ ἀνατέτραφας, ἅπαξ καὶ τὸ ἀποκηρύττειν ἀντὶ τούτων ἔχεις, καὶ τότε, ἢν δικαίως αὐτὸ ποιεῖν δοκῇς: τὸ δ᾽ ἄπαυστον τοῦτο καὶ ἀΐδιον καὶ πολὺ ῥᾴδιον ^ μεῖζον ἤδη τῆς πατρικῆς ἐστιν ἐξουσίας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: