previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[22]οὔ,’ φησίν. ἀλλὰ τί ; ‘ θεραπεύειν προσταττόμενος οὐ θέλεις, καὶ διὰ τοῦτ᾽ ἄξιος ἂν εἴης ἀποκηρύξεως ἀπειθῶν τῷ πατρί.’ ἐγὼ δὲ τὸ μὲν οἷα προστάττοντι αὐτῷ ὑπακούειν οὐ δυνάμενος ἀπειθεῖν δοκῶ πρὸς ὀλίγον ὑπερθήσομαι: πρότερον δὲ ἁπλῶς ἐκεῖνό φημι, ὡς οὐ πάντα προστάττειν οὔτε τούτῳ δίδωσιν νόμος οὔτ᾽ ἐμοὶ τὸ πείθεσθαι πᾶσιν πάντως ἀναγκαῖον. ἐν δ᾽ οὖν τοῖς τῶν προσταγμάτων τὰ μὲν ἀνεύθυνά ἐστιν, τὰ δ᾽ ὀργῆς καὶ τιμωρίας ἄξια. ἐὰν νοσῇς αὐτός, ἐγὼ δὲ ἀμελῶ ἐὰν τῶν κατ᾽ οἶκον ἐπιμελεῖσθαι κελεύῃς, ἐγὼ δὲ ὀλιγωρῶ ἐὰν τὰ κατ᾽ ἀγρὸν ἐπισκοπεῖν προστάττῃς, ἐγὼ δὲ ὀκνῶ πάντα ταῦτα καὶ τὰ τοιαῦτα εὐλόγους ἔχει τὰς προφάσεις καὶ τὰς μέμψεις πατρικάς. τὰ δὲ ἄλλα ἐφ᾽ ἡμῖν ἐστιν τοῖς παισίν, ὄντα τῶν τεχνῶν καὶ τῆς τούτων χρήσεως, καὶ μάλιστα εἰ μηδὲν πατὴρ αὐτὸς ἀδικοῖτο. ἐπεί τοι ἂν τῷ γραφεῖ [p. 510] πατὴρ προστάττῃ, ‘ ταῦτα μέν, τέκνον, γράφε, ταυτὶ δὲ μή], ’ καὶ τῷ μουσικῷ, ‘τήνδε μὲν τὴν ἁρμονίαν κροῦε, ταύτην δὲ μή,’ καὶ τῷ χαλκεύοντι, ‘ τοιαῦτα μὲν χάλκευε, τοιαῦτα δὲ μή,’ ἆρ᾽ ἄν τις ἀνάσχοιτο ἀποκηρύττοντα, ὅτι μὴ κατὰ τὰ ἐκείνῳ δοκοῦντα παῖς χρῆται τῇ τέχνῃ; οὐδὲ εἷς, οἶμαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: