previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] δι᾽ ἅς μὲν οὖν αἰτίας καὶ πρότερον ἀπεκήρυξέ με ῥᾴδιον συνιδεῖν ἐκ τῶν παρόντων. ἐγὼ δὲ καὶ πρὸς ἐκείνας μέν, ὡς οἴομαι, ἱκανῶς τῷ μετὰ [p. 480] ταῦτα βίῳ ἀπελογησάμην, καὶ ταυτὶ δὲ νῦν ἐγκαλεῖ ὡς ἂν οἷός τε ἀπολύσομαι, μικρὰ ὑμῖν διηγησάμενος τῶν ἐμῶν. γὰρ δυσάγωγος καὶ δυσπειθὴς ἐγώ, καταισχύνων τὸν πατέρα καὶ ἀνάξια πράττων τοῦ γένους, τότε μὲν αὐτῷ τὰ πολλὰ ἐκεῖνα βοῶντι καὶ διατεινομένῳ ὀλίγα χρῆναι ἀντιλέγειν ᾠόμην. ἀπελθὼν δὲ τῆς οἰκίας ἐνόμιζόν μοι δικαστήριον ἔσεσθαι μέγα καὶ ψῆφον ἀληθῆ τὸν μετὰ ταῦτα βίον καὶ τὸ φαίνεσθαι πάμπολυ τῶν τοῦ πατρὸς ἐγκλημάτων ἐκείνων ἀφεστηκότα καὶ περὶ τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων ἐσπουδακότα καὶ τοῖς ἀρίστοις συνόντα. προεωρώμην δὲ καὶ τοιοῦτό τι καὶ ὑπώπτευον ἤδη ὡς οὐ σφόδρα καθεστηκότος πατρὸς ἀδίκως ὀργίζεσθαι καὶ ἐγκλήματα ψευδῆ καθ᾽ υἱοῦ συντιθέναι: καὶ ἦσάν τινες οἱ μανίας ἀρχὴν ταῦτα εἶναι νομίζοντες καὶ ἀπειλὴν καὶ ἀκροβολισμὸν οὐκ ἐς μακρὰν ἐπιπεσουμένου τοῦ κακοῦ, μῖσος ἄλογον καὶ νόμον ἀπηνῆ καὶ βλασφημίας προχείρους καὶ δικαστήριον σκυθρωπὸν καὶ βοὴν καὶ ὀργὴν καὶ ὅλως χολῆς μεστὰ πάντα. διὸ δὴ τάχα μοι καὶ ἰατρικῆς δεήσειν ποτὲ προσεδόκων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: