previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7] οἱ δὲ τούτῳ τῷ συμπτώματι περιπεσόντες τὸ μὲν πρῶτον μετρίως ὀδύρονται πρὸς κωφὴν ἐρημίαν, οὐ παντελῶς μὲν ἀπεγνωκότες εἰς τέλος τὴν σωτηρίαν: πολλάκις γὰρ τοῖς τοιούτοις ἐπιφανεὶς τῆς πλημυρίδος κλύδων ἐξῆρεν εἰς ὕψος, καὶ τοὺς ἐσχάτως κινδυνεύοντας ὡσπερεὶ θεὸς ἐπιφανεὶς διεφύλαξεν: [p. 327] ὅταν δὲ ἀπὸ μὲν τῶν θεῶν προειρημένη μὴ παρακολουθήσῃ βοήθεια, τὰ δὲ τῆς τροφῆς λίπῃ, τοὺς μὲν ἀσθενεστέρους οἱ κατισχύοντες ἐκβάλλουσιν εἰς θάλατταν, ὅπως τοῖς ὀλίγοις τὰ λειπόμενα τῶν ἀναγκαίων πλείονας ἡμέρας ἀντέχῃ, πέρας δὲ πάσας τὰς ἐλπίδας ἐξαλείψαντες ἀπόλλυνται πολὺ χεῖρον τῶν προαποθανόντων: οἱ μὲν γὰρ ἐν ἀκαρεῖ χρόνῳ τὸ πνεῦμα τῇ δούσῃ φύσει πάλιν ἀπέδωκαν, οἱ δ᾽ εἰς πολλὰς ταλαιπωρίας καταμερίσαντες τὸν θάνατον πολυχρονίους τὰς συμφορὰς ἔχοντες τῆς τοῦ βίου καταστροφῆς τυγχάνουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: