previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2] καὶ τὸ μὲν πρῶτον ᾔτει παρ᾽ αὐτῶν τὸν προστεταγμένον ζωστῆρα: ὡς δ᾽ οὐχ ὑπήκουον, συνῆψε μάχην αὐταῖς. τὸ μὲν οὖν ἄλλο πλῆθος αὐτῶν ἀντετάχθη τοῖς πολλοῖς, αἱ δὲ τιμιώταται κατ᾽ αὐτὸν ταχθεῖσαι τὸν Ἡρακλέα μάχην καρτερὰν συνεστήσαντο. πρώτη μὲν γὰρ αὐτῷ συνάψασα μάχην Ἄελλα, καὶ διὰ τὸ τάχος ταύτης τετευχυῖα τῆς προσηγορίας, ὀξύτερον εὗρεν αὑτῆς τὸν ἀντιταχθέντα. δευτέρα δὲ Φιλιππὶς εὐθὺς ἐκ τῆς πρώτης συστάσεως καιρίῳ πληγῇ περιπεσοῦσα διεφθάρη. μετὰ δὲ ταῦτα Προθόῃ συνῆψε μάχην, ἣν ἐκ προκλήσεως ἔφασαν ἑπτάκις νενικηκέναι τὸν ἀντιταξάμενον. πεσούσης δὲ καὶ ταύτης, τετάρτην ἐχειρώσατο τὴν ὀνομαζομένην Ἐρίβοιαν. αὕτη δὲ [p. 421] διὰ τὴν ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαν καυχωμένη μηδενὸς χρείαν ἔχειν βοηθοῦ, ψευδῆ τὴν ἐπαγγελίαν ἔσχε κρείττονι περιπεσοῦσα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: