[2] ὁμοίως δὲ καὶ κατὰ τὸν ἀριθμὸν διαφωνοῦσιν: οἱ μὲν γὰρ τρεῖς λέγουσιν, οἱ δ᾽ ἐννέα, καὶ κεκράτηκεν ὁ τῶν ἐννέα ἀριθμὸς ὑπὸ τῶν ἐπιφανεστάτων ἀνδρῶν βεβαιούμενος, λέγω δὲ Ὁμήρου τε καὶ Ἡσιόδου καὶ τῶν ἄλλων τῶν τοιούτων. Ὅμηρος μὲν γὰρ λέγει
Ησίοδος δὲ καὶ τὰ ὀνόματα αὐτῶν ἀποφαίνεται λέγων
Μοῦσαι δ᾽ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ:
[p. 405]
Κλειώ τ᾽ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε
Τερψιχόρη τ᾽ Ἐρατώ τε Πολύμνιά τ᾽ Οὐρανίη τε
Καλλιόπη θ᾽, ἥ σφεων προφερεστάτη ἐστὶν ἁπασέων.