previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1 Ὁμοίως πάλιν περὶ τοῦ σταυροῦ ὁρίζει ἐν ἄλλῳ προφήτῃ λέγοντι: Καὶ πότε ταῦτα συντελεσθήσεται; λέγει κύριος: ὅταν ξύλον κλιθῇ καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα στάξῃ. ἔχεις πάλιν περὶ τοῦ σταυροῦ καὶ τοῦ σταυροῦσθαι 2 μέλλοντος. [2] λέγει δὲ πάλιν τῷ Μωσῇ, 3 πολεμουμένου τοῦ Ἰσραὴλ ὑπὸ τῶν ἀλλοφύλων, καὶ ἵνα ὑπομνήσῃ αὐτοὺς πολεμουμένους, ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθησαν εἰς θάνατον: λέγει εἰς τὴν καρδίαν Μωϋσέως τὸ πνεῦμα, ἵνα ποιήσῃ τύπον σταυροῦ καὶ τοῦ μέλλοντος πάσχειν, ὅτι, ἐὰν μή, φησίν, ἐλπίσωσιν ἐπ̓ αὐτῷ, εἰς τὸν αἰῶνα πολεμηθήσονται. τίθησιν οὖν Μωϋσῆς ἓν ἐφ̓ ἓν ὅπλον ἐν μέσῳ τῆς πυγμῆς, καὶ ὑψηλότερος σταθεὶς πάντων ἐξέτεινεν τὰς χεῖρας, καὶ [p. 384] οὕτως πάλιν ἐνίκα Ἰσραήλ. εἶτα, ὁπόταν καθεῖλεν, ἐθανατοῦντο. [3] πρὸς τί; ἵνα γνῶσιν ὅτι οὐ δύνανται σωθῆναι, ἑὰν μὴ ἐπ̓ αὐτῷ ἐλπίσωσιν. 4 [4] καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέγει: Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθῆ 5 καὶ ἀντιλέγοντα ὁδῷ δικαίᾳ μου. [5] πάλιν Μωϋσῆς ποιεῖ τύπον τοῦ Ἰησοῦ, ὅτι δεῖ αὐτὸν παθεῖν, καὶ αὐτὸς ζωοποιήσει, ὃν δόξουσιν ἀπολωλεκέναι, ἐν σημείῳ πίπτοντος τοῦ Ἰσραήλ, 6 ῾ἐποίησεν γὰρ κύριος πάντα ὄφιν δάκνειν αὐτούς, καὶ ἀπέθνησκον ἐπειδὴ παράβασις διὰ τοῦ ὄφεως ἐν Εὔᾳ ἐγένετὀ. ἵνα ἐλέγξῃ αὐτούς. ὅτι διὰ τὴν παράβασιν αὐτῶν εἰς θλῖψιν θανάτου παραδοθήσονται. 7 [6] πέρας γέ τοι αὐτὸς Μωϋσῆς ἐντειλάμενος: Οὐκ ἔσται ὑμῖν οὔτε χωνευτὸν οὔτε γλυπτὸν εἰς θεὸν ὑμῖν. αὐτὸς ποιεῖ, ἵνα τύπον τοῦ Ἰησοῦ δείξῃ. ποιεῖ οὖν Μωϋσῆς χαλκοῦν ὄφιν καὶ τίθησιν ἐνδόξως καὶ κηρύγματι καλεῖ τὸν λαόν. [7] ἐλθόντες οὖν ἐπὶ τὸ αὐτὸ ἐδέοντο Μωῦσέως, ἵνα περὶ αὐτῶν ἀνενέγκῃ δέησιν περὶ τῆς ἰάσεως αὐτῶν. εἶπεν δὲ πρὸς αὐτοὺς Μωϋσῆς: 8 Ὅταν, φησίν. δηχθῇ τις ὑμῶν, ἐλθέτω ἐπὶ τὸν ὄφιν τὸν ἐπὶ τοῦ ξύλου ἐπικείμενον καὶ ἐλπισάτω πιστεύσας, ὅτι αὐτὸς ὢν νεκρὸς δύναται ζωοποιῆσαι, καὶ παραχρῆμα σωθήσεται. καὶ οὕτως ἐποίουν. ἔχεις πάλιν καὶ ἐν τούτοις τὴν δόξαν τοῦ Ἰησοῦ, ὅτι ἐν αὐτῷ πάντα καὶ εἰς αὐτόν. 9 [8] τί λέγει πάλιν Μωϋσῆς Ἰησοῦ, υἱῷ Ναυή, ἐπιθεὶς αὐτῷ τοῦτο τὸ ὄνομα, ὄντι προφήτῃ, ἵνα μόνον ἀκούσῃ πᾶς λαός; ὅτι πάντα πατὴρ [p. 386] φανεροῖ περὶ τοῦ υἱοῦ Ἰησοῦ. [9] λέγει οὖν Μωϋσῆς Ἰησοῦ, υἱῷ Ναυή, ἐπιθεὶς τοῦτο τὸ ὄνομα, 10 ὁπότε ἔπεμψεν αὐτὸν κατάσκοπον τῆς γῆς: Λάβε βιβλίον εἰς τὰς χεῖράς σου καὶ γράψον, λέγει κύριος, ὅτι ἐκκόψει ἐκ ῥιζῶν τὸν οἶκον πάντα τοῦ Ἀμαλὴκ υἱὸς τοῦ θεοῦ ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν. [10] ἴδε πάλιν Ἰησοῦς, οὐχὶ υἱὸς ἀνθρώπου, ἀλλὰ 11 υἱὸς τοῦ θεοῦ, τύπῳ δὲ ἐν σαρκὶ φανερωθείς. ἐπεὶ οὖν μέλλουσιν λέγειν, ὅτι Χριστὸς υἱὸς Δαυείδ ἐστιν, 12 αὐτὸς προφητεύει Δαυείδ, φοβούμενος καὶ 13 συνίων τὴν πλάνην τῶν ἁμαρτωλῶν: Εἷπεν κύριος τῷ κυρίῳ μου: Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 14 [11] καὶ πάλιν λέγει οὕτως Ἡσαΐας: Εἷπεν κύριος τῷ Χριστῷ μου κυρίῳ. οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω. ἴδε, πῶς Δαυεὶδ λέγει 15 αὐτὸν κύριον. καὶ υἱὸν οὐ λέγει.

1 IV Eer. 4, 33; 5, 5

2 Exod. 17 (??).

3 tw=| *mwush=| NC, e)n tw=| *mwush=| GL ‘in Moses’ i.e. in the ‘Pentateuch’ shich sas spoken of as ‘Moses.’

4 Is. 65, (??)

5 a)peiqh= N a)peiqou=nta Cg (LXX).

6 Num.21,6 ff.

7 Dout 27. 15

8 Num. 21,8. 9

9 Is, 17

10 Exod 11, 14

11 Mt. 22. 42-49

12 *xristo\s ui(o\s *dauei/d e)stin N, o( *xristo\s ui(o/s e)stin *dauei/d CG.

13 Ps. 110, 1

14 Is. 45, 1

15 Mk. 12, 87 cf, Mt. 22, 45; Luke, 20, 44

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: