previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1 Ὅτε οὖν ἐποίησεν τὴν ἐντολήν, τί λέγει; Τίς κρινόμενός μοι; ἀντιστήτω μοι: τίς δικαιούμενός μοι; ἐγγισάτω τῷ παιδὶ κυρίου. [2] οὐαὶ ὑμῖν, ὅτι ὑμεῖς πάντες ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς. καὶ πάλιν λέγει προφήτης, 2 ἐπεὶ ὡς λίθος ἰσχυρὸς ἐτέθη εἰς συντριβήν: Ἰδού, ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, 3ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον. [3] εἶτα τί 4 λέγει; Καὶ ὃς ἐλπίσει ἐπ̓ αὐτὸν 5 ζήσεται εἰς τὸν αἰῶνα. ἐπὶ λίθον οὖν ἡμῶν ἐλπίς; μὴ γένοιτο: ἀλλ̓ ἐπεὶ ἐν ἰσχύϊ τέθεικεν τὴν σάρκα αὐτοῦ 6 κύριος. λέγει γάρ: Καὶ ἔθηκέ με ὡς στερεὰν 7 πέτραν. [4] λέγει δὲ πάλιν προφήτης: Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. καὶ πάλιν λέγει: Αὕτη ἐστὶν ἡμέρα μεγάλη καὶ θαυμαστή, ἣν ἐποίησεν κύριος. [5] ἁπλούστερον ὑμῖν γράφω, ἵνα συνιῆτε: ἐγὼ περίψημα τῆς ἀγάπης ὑμῶν. 8 [6] τί οὗν λέγει πάλιν προφήτης; Περιέσχεν με συναγωγὴ πονηρευομένων, ἐκύκλωσάν με ὡσεὶ 9 μέλισσαι κηρίον, καί: Ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. [7] ἐν σαρκὶ οὖν αὐτοῦ μέλλοντος φανεροῦσθαι καὶ πάσχειν, προεφανερώθη τὸ πάθος. λέγει γὰρ προφήτης ἐπὶ τὸν Ἰσραήλ: 10 Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ̓ ἑαυτῶν, εἰπόντες: Δήσωμεν τὸν [p. 360] δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν. [8] τί λέγει 11 ἄλλος προφήτης Μωϋσῆς αὐτοῖς; Ἰδού, τάδε 12 λέγει κύριος θεός: Εἰσέλθατε εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ κατακληρονομήσατε αὐτήν, γῆν ῥέουσαν γάλα καὶ μέλι. [9] τί δὲ λέγει γνῶσις; μάθετε. ἐλπίσατε, φησίν, 13 ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν. ἄνθρωπος γὰρ γῆ ἐστιν πάσχουσα: ἀπὸ προσώπου γὰρ τῆς γῆς πλάσις τοῦ Ἀδὰμ ἐγένετο. 14 [10] τί οὖν λέγει: Εἰς τὴν γῆν τὴν ἀγαθήν, γῆν ῥέουσαν γάλα καὶ μέλι; εὐλογητὸς κύριος ἡμῶν, ἀδελφοί, σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν τῶν κρυφίων αὐτοῦ: λέγει γὰρ προφήτης παραβολὴν κυρίου: τίς νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμων 15 καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ; [11] ἐπεὶ οὖν ἀνακαινίσας ἡμᾶς ἐν τῇ ἀφέσει τῶν ἁμαρτιῶν, ἐποίησεν ἡμᾶς ἄλλον τύπον, ὡς παιδίων ἔχειν τὴν ψυχήν, ὡς ἂν δὴ ἀναπλάσσοντος αὐτοῦ ἡμᾶς. [12] λέγει γὰρ γραφὴ περὶ ἡμῶν, ὡς 16 λέγει τῷ υἱῷ: Ποιήσωμεν κατ̓ εἰκόνα καὶ καθ̓ ὁμοίωσιν ἡμῶν τὸν ἄνθρωπον, καὶ ἀρχέτωσαν τῶν θηρίων τῆς γῆς καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης. καὶ εἶπεν κύριος, 17 ἰδὼν τὸ καλὸν πλάσμα ἡμῶν: Λὐξάνεσθε καὶ πληθυνέσθε καὶ πληρώσατε τὴν γῆν. ταῦτα πρὸς τὸν υἱόν. [13] πάλιν σοι ἐπιδείξω, πῶς πρὸς ἡμᾶς λέγει. 18 δευτέραν πλάσιν ἐπ̓ ἐσχάτων [p. 362] 19 ἐποίησεν. λέγει δὲ κύριος: Ἰδού, ποιῶ τὰ ἔσχατα ὡς τὰ πρῶτα. εἰς τοῦτο οὖν ἐκήρυξεν προφήτης: 20 Εἰσέλθατε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ κατακυριεύσατε αὐτῆς. [14] ἴδε οὖν, ἡμεῖς ἀναπεπλάσμεθα, καθὼς πάλιν ἐν ἑτέρῳ προφήτῃ 21 λέγει: Ἰδού, λέγει κύριος, ἐξελῶ τούτων, τουτέστιν ὧν προέβλεπεν τὸ πνεῦμα κυρίου, τὰς λιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας: ὅτι αὐτὸς ἐν σαρκὶ ἔμελλεν φανεροῦσθαι καὶ ἐν ἡμῖν κατοικεῖν. [15] ναὸς γὰρ ἅγιος, ἀδελφοί μου, τῷ κυρίῳ τὸ κατοικητήριον ἡμῶν τῆς καρδίας. 22 [16] λέγει γὰρ κύριος πάλιν: Καὶ ἐν τίνι ὀφθήσομαι τῷ κυρίῳ τῷ θεῷ μου καὶ δοξασθήσομαι; 23 λέγει: Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ ἀδελφῶν μου, καὶ ψαλῶ σοι ἀνάμεσον ἐκκλησίας ἁγίων. οὐκοῦν ἡμεῖς ἐσμέν, οὕς εἰσήγαγεν εἰς τὴν γῆν τὴν ἀγαθήν. [17] τί οὖν τὸ γάλα καὶ τὸ μέλι; ὅτι πρῶτον τὸ παιδίον μέλιτι, εἶτα γάλακτι ζωοποιεῖται: οὕτως οὖν καὶ ἡμεῖς τῇ πίστει τῆς ἐπαγγελίας καὶ τῷ λόγῳ ζωοποιούμενοι ζήσομεν κατακυριεύοντες τῆς γῆς. [18] προειρήκαμεν 24 δὲ 25 ἐπάνω. Καὶ αὐξανέσθωσαν καὶ πληθυνέσθωσαν καὶ ἀρχέτωσαν τῶν ἰχθύων. τίς οὖν δυνάμενος νῦν ἄρχειν θηρίων ἰχθύων πετεινῶν τοῦ οὐρανοῦ; αἰσθάνεσθαι γὰρ ὀφείλομεν, ὅτι τὸ ἄρχειν ἐξουσίας ἐστίν, ἵνα τις ἐπιτάξας κυριεύσῃ. [19] εἰ οὖν οὐ γίνεται τοῦτο νῦν, ἄρα ἡμῖν εἴρηκεν, πότε: ὅταν καὶ αὐτοὶ τελειωθῶμεν κληρονόμοι τῆς διαθήκης κυρίου γενέσθαι. [p. 364]

1 Is. 50, 8, 9

2 Is. 28, 16, of, Rom. 9, 53;

3 I Pet. 2, 6

4 Is 38, 16

5 o(\s e)lpi/sei e)p) au)to/n G, d pisteu/wn ei)s au)to/n NCL, probably osing to the influence of the LXX. e)lpi/sei is conered by the follosing e)lpi/s.

6 Is. 50, 7

7 Ps. 117, 22. 24

8 Ps. 22, 19; I 18, 12

9 Ps. 21, 19

10 Is. 3. 9, 10, of. Wisd. 2, 12

11 Erod. 33 1. 3;

12 Lv. 20, 24

13 fhsi/n NC CL Clem. Alex. om. R G.

14 Exod. 33, 1. 3

15 Eph. 2. 10; 4, 22-24

16 Gen. 1, 26

17 Gen. 1, 28

18 le/gei CL(g), le/gei ku/rios

19 Cf. Mt. 19, 30; 20, 16

20 Exod. 33, 6

21 Ezck. 11, 19; 86, 26

22 Ps. 44, 4

23 Ps. 22, 23

24 proeirh/kamen N, proei/rphe CG, L omits the shole senlence.

25 Gen. 1, 26, 28

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: