previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Αἰνείας δὲ τῆς μὲν ὑὸς τὸν τόκον ἅμα τῇ γειναμένῃ τοῖς πατρῴοις ἁγίζει θεοῖς ἐν τῷ χωρίῳ τῷδ᾽, οὗ νῦν ἐστιν καλιάς, καὶ αὐτὴν οἱ Λαουινιάται τοῖς ἄλλοις ἄβατον φυλάττοντες ἱερὰν νομίζουσι: τοῖς δὲ Τρωσὶ μεταστρατοπεδεῦσαι κελεύσας ἐπὶ τὸν λόφον ἱδρύεται τὰ ἕδη τῶν θεῶν ἐν τῷ κρατίστῳ καὶ αὐτίκα περὶ τὴν κατασκευὴν τοῦ πολίσματος ἁπάσῃ [p. 92] προθυμίᾳ ὥρμητο ἐλάμβανέ τε καταθέων ἐκ τῶν πέριξ χωρίων ὁπόσα εἰς τὸν πολισμὸν αὐτῷ ἦν χρήσιμα καὶ μάλιστα ἔμελλε λυπηρὰ τοῖς ἀφαιρεθεῖσι φανήσεσθαι, σίδηρον καὶ ξύλα καὶ τὰς γεωργικὰς παρασκευάς. [2] Λατίνῳ δὲ, ὃς ἦν τότε βασιλεύς, πολεμοῦντι πρὸς ἔθνος ὅμορον τοὺς καλουμένους Ῥοτόλους καὶ δυσημεροῦντι κατὰ τὰς μάχας ἀγγέλλεται τὰ γινόμενα ἐπὶ τὸ φοβερώτατον, ὡς ἀνάστατος αὐτοῦ γίνεται πᾶσα παράλιος ὑπερορίῳ στρατιᾷ, καὶ εἰ μὴ σὺν τάχει κωλύσει τὰ δρώμενα χρυσὸς αὐτῷ φανήσεται πρὸς τοὺς ἀστυγείτονας ἀγών. ἀκούσαντι δὲ τῷ ἀνδρὶ δέος εἰσέρχεται καὶ αὐτίκα τοῦ παρόντος πολέμου μεθέμενος ἐπὶ τοὺς Τρῶας ἐλαύνει πολλῇ στρατιᾷ. [3] ὁρῶν δὲ αὐτοὺς ὡπλισμένους τε ὡς Ἕλληνας καὶ ἐν τάξει εὐκόσμῳ ἀκαταπλήκτως τὸ δεινὸν ὑπομένοντας, τῆς μὲν αὐτίκα παρακινδυνεύσεως, ὡς οὐκ ἂν ἐξ ἐφόδου αὐτοὺς ἔτι χειρωσάμενος, ἣν ἔσχε διάνοιαν οἴκοθεν ὁρμώμενος, ἀποτρέπεται: στρατοπεδευσάμενος δ᾽ ἐπὶ λόφου τινὸς τὸ πρῶτον ἀναλαβεῖν ᾤετο δεῖν τὴν δύναμιν ἐκ τοῦ παρόντος κόπου, ὃς πολὺς ἐκ μακρᾶς ὁδοῦ καὶ συντόνου διώξεως αὐτοῖς ἐγένετο. [4] αὐλισάμενος δὲ διὰ νυκτὸς αὐτόθι γνώμην [p. 93] ἐποιεῖτο ἀρχομένης ἕω συμφέρεσθαι τοῖς πολεμίοις. ἐγνωκότι δὲ αὐτῷ ταῦτα λέγει τις ἐπιστὰς καθ᾽ ὕπνον ἐπιχώριος δαίμων δέχεσθαι τοὺς Ἕλληνας τῇ χώρᾳ συνοίκους: ἥκειν γὰρ αὐτοὺς μέγα ὠφέλημα Λατίνῳ καὶ κοινὸν Ἀβοριγίνων ἀγαθόν: Αἰνείᾳ τε οἱ πατρῷοι θεοὶ τῆς αὐτῆς νυκτὸς φανέντες παρακελεύονται πείθειν Λατῖνον ἑκόντα παρασχεῖν σφίσι τὴν οἴκησιν ἐν βούλονται χωρίῳ, καὶ χρήσασθαι δυνάμει Ἑλληνικῇ συμμάχῳ μᾶλλον διαφόρῳ: ἀμφοτέρους δὲ τὸ ὄναρ ἐκώλυεν ἄρχειν μάχης. ὡς δὲ ἡμέρα τε ἐγένετο, καὶ διεκοσμήθησαν εἰς μάχην αἱ δυνάμεις, κήρυκες ἧκον ὡς τοὺς ἡγεμόνας ἑκατέρωθεν τὸ αὐτὸ ἀξιοῦντες, συνελθεῖν ἀλλήλοις εἰς λόγους: καὶ ἐγένετο τοῦτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: