Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φέρε οὖν, πρόσθες τοὺς συνδέσμους, εἰ θέλοις, ὡς ποιοῦσιν
οἱ Ἰσοκράτειοι: ῾καὶ μὴν οὐδὲ τοῦτο χρὴ παραλιπεῖν,
[p. 102]
ὡς πολλὰ ἂν ποιήσειεν ὁ τύπτων, πρῶτον μὲν τῷ σχήματι,
εἶτα δὲ τῷ βλέμματι, εἶτά γε μὴν αὐτῇ τῇ φωνῇ,᾿
καὶ εἴσῃ κατὰ τὸ ἑξῆς οὕτως παραγράφων, ὡς τοῦ πάθους
τὸ συνδεδιωγμένον καὶ ἀποτραχυνόμενον, ἐὰν τοῖς συνδέσμοις
ἐξομαλίσῃς εἰς λειότητα, ἄκεντρόν τε προσπίπτει
καὶ εὐθὺς ἔσβεσται.
[2]
ὥσπερ γὰρ εἴ τις συνδήσειε
τῶν θεόντων τὰ σώματα τὴν φορὰν αὐτῶν ἀφῄρηται,
οὕτως καὶ τὸ πάθος ὑπὸ τῶν συνδέσμων καὶ τῶν ἄλλων
προσθηκῶν ἐμποδιζόμενον ἀγανακτεῖ: τὴν γὰρ ἐλευθερίαν
ἀπολλύει τοῦ δρόμου καὶ τὸ ὡς ἀπ̓ ὀργάνου τινὸς ἀφίεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.