Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐπίκηρον μέντοι τὸ πρᾶγμα, ἡ περίφρασις, τῶν
ἄλλων πλέον, εἰ μὴ συμμέτρως τινὶ λαμβάνοιτο: εὐθὺς
γὰρ ἀβλεμὲς προσπίπτει, κουφολογίας τε ὄζον καὶ παχύτατον:
ὅθεν καὶ τὸν Πλάτωνα ῾δεινὸς γὰρ ἀεὶ περὶ
σχῆμα κἄν τισιν ἀκαίρως᾿ ἐν τοῖς νόμοις λέγοντα ῾ὡς
οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἐν πόλει ἱδρυμένον
ἐᾶν οἰκεῖν̓ διαχλευάζουσιν, ὡς εἰ πρόβατα, φησίν,
ἐκώλυε κεκτῆσθαι, δῆλον ὅτι προβάτειον ἂν καὶ βόειον
πλοῦτον ἔλεγεν.
[2]
Ἀλλὰ γὰρ ἅλις ὑπὲρ τῆς εἰς τὰ ὑψηλὰ τῶν σχημάτων
χρήσεως ἐκ παρενθήκης τοσαῦτα πεφιλολογῆσθαι,
Τερεντιανὲ φίλτατε: πάντα γὰρ ταῦτα παθητικωτέρους
καὶ συγκεκινημένους ἀποτελεῖ τοὺς λόγους: πάθος δὲ
ὕψους μετέχει τοσοῦτον, ὁπόσον ἦθος ἡδονῆς.
[p. 118]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.