previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καὶ μέντοι περίφρασις ὡς οὐχ ὑψηλοποιόν, οὐδεὶς ἂν οἶμαι διστάσειεν. ὡς γὰρ ἐν μουσικῇ διὰ τῶν παραφώνων καλουμένων κύριος φθόγγος ἡδίων ἀποτελεῖται, οὕτως περίφρασις πολλάκις συμφθέγγεται τῇ κυριολογίᾳ καὶ εἰς κόσμον ἐπὶ πολὺ συνηχεῖ, καὶ μάλιστ̓ ἂν μὴ ἔχῃ φυσῶδές τι καὶ ἄμουσον ἀλλ̓ ἡδέως κεκραμένον. [2] ἱκανὸς δὲ τοῦτο τεκμηριῶσαι καὶ Πλάτων κατὰ τὴν εἰσβολὴν τοῦ Ἐπιταφίου: ῾ἔργῳ μὲν ἡμῖν οἵδ̓ ἔχουσι τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν, προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ἕκαστος ὑπὸ τῶν προσηκόντων.᾿ οὐκοῦν τὸν θάνατον εἶπεν εἱμαρμένην πορείαν, τὸ δὲ τετυχηκέναι τῶν νομιζομένων [p. 116] προπομπήν τινα δημοσίαν ὑπὸ τῆς πατρίδος. ἆρα δὴ τούτοις μετρίως ὤγκωσε τὴν νόησιν, ψιλὴν λαβὼν τὴν λέξιν ἐμελοποίησε, καθάπερ ἁρμονίαν τινὰ τὴν ἐκ τῆς περιφράσεως περιχεάμενος εὐμέλειαν; [3] καὶ Ξενοφῶν: ῾πόνον δὲ τοῦ ζῆν ἡδέως ἡγεμόνα νομίζετε: κάλλιστον δὲ πάντων καὶ πολεμικώτατον κτῆμα εἰς τὰς ψυχὰς συγκεκόμισθε: ἐπαινούμενοι γὰρ μᾶλλον τοῖς ἄλλοις πᾶσι χαίρετε.᾿ ἀντὶ τοῦ πονεῖν θέλετε ῾πόνον ἡγεμόνα τοῦ ζῆν ἡδέως ποιεῖσθἐ εἰπὼν καὶ τἆλλ̓ ὁμοίως ἐπεκτείνας μεγάλην τινὰ ἔννοιαν τῷ ἐπαίνῳ προσπεριωρίσατο. [4] καὶ τὸ ἀμίμητον ἐκεῖνο τοῦ Ἡροδότου: ῾τῶν δὲ Σκυθέων τοῖς συλήσασι τὸ ἱερὸν ἐνέβαλεν θεὸς θήλειαν νοῦσον.᾿

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: