Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[334ε]
τῶν ἀνθρώπων, δίκαιον εἶναι τοὺς μὲν φίλους βλάπτειν—πονηροὶ γὰρ αὐτοῖς εἰσιν—τοὺς δ᾽ ἐχθροὺς ὠφελεῖν —ἀγαθοὶ γάρ: καὶ οὕτως ἐροῦμεν αὐτὸ τοὐναντίον ἢ τὸν Σιμωνίδην ἔφαμεν λέγειν.καὶ μάλα, ἔφη, οὕτω συμβαίνει. ἀλλὰ μεταθώμεθα: κινδυνεύομεν γὰρ οὐκ ὀρθῶς τὸν φίλον καὶ ἐχθρὸν θέσθαι.πῶς θέμενοι, ὦ Πολέμαρχε;τὸν δοκοῦντα χρηστόν, τοῦτον φίλον εἶναι.νῦν δὲ πῶς, ἦν δ᾽ ἐγώ, μεταθώμεθα;τὸν δοκοῦντά τε, ἦ δ᾽ ὅς, καὶ τὸν ὄντα χρηστὸν φίλον:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.