Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[337δ]
τί οὖν, ἔφη, ἂν ἐγὼ δείξω ἑτέραν ἀπόκρισιν παρὰ πάσας ταύτας περὶ δικαιοσύνης, βελτίω τούτων; τί ἀξιοῖς παθεῖν;τί ἄλλο, ἦν δ᾽ ἐγώ, ἢ ὅπερ προσήκει πάσχειν τῷ μὴ εἰδότι; προσήκει δέ που μαθεῖν παρὰ τοῦ εἰδότος: καὶ ἐγὼ οὖν τοῦτο ἀξιῶ παθεῖν.ἡδὺς γὰρ εἶ, ἔφη: ἀλλὰ πρὸς τῷ μαθεῖν καὶ ἀπότεισον ἀργύριον.οὐκοῦν ἐπειδάν μοι γένηται, εἶπον.ἀλλ᾽ ἔστιν, ἔφη ὁ Γλαύκων. ἀλλ᾽ ἕνεκα ἀργυρίου, ὦ Θρασύμαχε, λέγε: πάντες γὰρ ἡμεῖς Σωκράτει εἰσοίσομεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.