Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[349δ]
τοῦ ἀνομοίου;ἄριστα, ἔφη, εἴρηκας.ἔστιν δέ γε, ἔφην, φρόνιμός τε καὶ ἀγαθὸς ὁ ἄδικος, ὁ δὲ δίκαιος οὐδέτερα;καὶ τοῦτ᾽, ἔφη, εὖ.οὐκοῦν, ἦν δ᾽ ἐγώ, καὶ ἔοικε τῷ φρονίμῳ καὶ τῷ ἀγαθῷ ὁ ἄδικος, ὁ δὲ δίκαιος οὐκ ἔοικεν;πῶς γὰρ οὐ μέλλει, ἔφη, ὁ τοιοῦτος ὢν καὶ ἐοικέναι τοῖς τοιούτοις, ὁ δὲ μὴ ἐοικέναι;καλῶς. τοιοῦτος ἄρα ἐστὶν ἑκάτερος αὐτῶν οἷσπερ ἔοικεν;ἀλλὰ τί μέλλει; ἔφη.εἶεν, ὦ Θρασύμαχε: μουσικὸν δέ τινα λέγεις, ἕτερον δὲ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.