previous next

444. a)/n with the optative combined with the indicative.

The optative with “ἄν” is often used in combination with the indicative, sometimes as a climax, giving, as it does, the warmth of personal conviction.

DEM.21.189:οὔτε φύγοιμ᾽ ἂν οὔτ᾽ ἀρνοῦμαι τοὔνομα τοῦτο”. 191: “ἐγὼ δ᾽ ἐσκέφθαι . . . φημὶ κοὐκ ἂν ἀρνηθείην”.

ISOC.15.260:ἐγὼ δ᾽ οὐδὲν ἂν εἴποιμι τοιοῦτον, ἀλλὰ ταῖς ἀληθείαις χρήσομαι περὶ αὐτῶν”. 288. “οὐχ ὅπως ἂν ἐπιπλήξειαν, ἀλλὰ καὶ συγχαίρουσι ταῖς ἀσωτίαις αὐτῶν”.

ANDOC.1.4:πολλῶν μοι ἀπαγγελλόντων ὅτι λέγοιεν οἱ ἐχθροὶ ὡς ἄρα ἐγὼ οὔτ᾽ ἂν ὑπομείναιμι οἰχήσομαί τε φεύγων”.

PLATO, Gorg. 481C:ἡμῶν βίος ἀνατετραμμένος ἂν εἴη τῶν ἀνθρώπων καὶ πάντα τὰ ἐναντία πράττομεν, ὡς ἔοικεν, δεῖ”. Phileb. 16 B:οὐ μὴν ἔστι καλλίων ὁδὸς οὐδ᾽ ἂν γένοιτο”.

THUC.3.13.6:οὔτε γὰρ ἀποστήσεται ἄλλος τά τε ἡμέτερα προσγενήσεται πάθοιμέν τ᾽ ἂν δεινότερα οἱ πρὶν δουλεύοντες”.

HDT.9.111:οὔτε . . . ἄν τοι δοίην θυγατέρα τὴν ἐμὴν γῆμαι, οὔτε ἐκείνῃ πλεῦνα χρόνον συνοικήσεις”.

AR. Ach. 403: “οὐ γὰρ ἂν ἀπέλθοιμ᾽, ἀλλὰ κόψω τὴν θύραν” (442).

EUR. I. A. 310: ME. “οὐκ ἂν μεθείμην. ΠΡ. οὐδ᾽ ἕγωγ̓ ἀφήσομαι”. fr. 276:γυναῖκές ἐσμεν: τὰ μὲν ὄκνῳ νικώμεθα”, | “τὰ δ᾽ οὐκ ἂν ἡμῶν θράσος ὑπερβάλοιτό τις”.

HOM. Od. 4.347-8: “οὐκ ἂν ἐγώ γε” | “ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδ᾽ ἀπατήσω”.

Il. 2.158-61: “οὕτω δὴ” . . . | “Ἀργέιοι φεύξονται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης”, | “κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν” | “Ἀργεΐην Ἑλένην”;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: