[6] διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὴν εὐπορίας τε καὶ δυνάμεως εἰς πάντα τόπον τῆς φήμης διαδεδομένης ἐπιμεμνῆσθαι καὶ τὸν ποιητὴν αὐτῆς φασιν ἐν οἷς λέγει
οὐδ᾽ ὅσα Θήβας
Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἔνι κτήματα κεῖται,
αἵθ᾽ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ᾽ ἀν᾽ ἑκάστην
ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν.