[3] οἱ δὲ Σικελιῶται, νῆσον ἱερὰν Δήμητρος καὶ Κόρης οἰκοῦντες, εἰκὸς εἶναί φασι τὴν δωρεὰν ταύτην πρώτοις τοῖς τὴν προσφιλεστάτην χώραν νεμομένοις δοθῆναι: ἄτοπον μὲν γὰρ ὑπάρχειν εὐκαρποτάτην αὐτὴν ὡς ἰδίαν ποιῆσαι, τῆς δ᾽ εὐεργεσίας ὡς μηδὲν προσηκούσῃ μηδ᾽ ἐσχάτῃ μεταδοῦναι, καὶ ταῦτ᾽ ἐν αὐτῇ τὴν οἴκησιν ἔχουσαν, εἴπερ καὶ τῆς Κόρης τὴν ἁρπαγὴν ἐν τῇ νήσῳ ταύτῃ γεγονέναι συμπεφώνηται. εἶναι δὲ καὶ τὴν χώραν οἰκειοτάτην τούτοις τοῖς καρποῖς, ἐν ᾗ καὶ τὸν ποιητὴν λέγειν
ἀλλὰ τά γ᾽ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
πυροὶ καὶ κριθαί.