previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6] διὰ δὲ τὴν ὑπερβολὴν τῆς εὐνομίας ἀδίκημα μὲν μηδὲν ὅλως ὑπὸ μηδενὸς σνντελεῖσθαι, πάντας δὲ τοὺς ὑπὸ τὴν ἡγεμονίαν τούτου τεταγμένους μακάριον βίον ἐζηκέναι, πάσης ἡδονῆς ἀνεμποδίστως ἀπολαύοντας. περὶ δὲ τούτων καὶ τὸν ποιητὴν Ἡσίοδον ἐπιμαρτυρεῖν ἐν τοῖσδε τοῖς ἔπεσιν:

οἱ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ᾽ οὐρανῷ ἐμβασίλευεν,
ὥστε θεοὶ δ᾽ ἔζωον, ἀκηδέα θυμὸν ἔχοντες,
νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο
νούσων τ᾽ ἀργαλέων καὶ ἀπήμονες, οὐδὲ μέλεσσι
γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι
τέρποντ᾽ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἐόντες: [p. 94]
θνῆσκον δ᾽ ὡς ὕπνῳ δεδμημένοι. ἄλλα τε πολλὰ
τοῖσιν ἔην: καρπὸν δ᾽ ἔφερε ζείδωρος ἄρουρα
αὐτομάτη πολλόν τε καὶ ἄφθονον: οἱ δ᾽ ἐπὶ γαίῃ
εὔφρονες ἔργ᾽ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν,
ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσι.
περὶ μὲν οὖν Κρόνου τοιαῦτα μυθολογοῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: