Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Κατοικτείρουσα δὲ
τὴν συμφορὰν τῆς κόρης δεῖται τοῦ Περσέως ὅπως
συνεργὸς αὐτῇ γένηται, ἐκέλευέ τε ξενίαν καὶ φιλότητα
τίθεσθαι πρὸς τὸν Ἀκάμαντα. Περσεὺς δὲ τὸ
μὲν καὶ τῇ γυναικὶ βουλόμενος ἁρμόδιος εἶναι, τὸ δὲ
καὶ τὴν Λαοδίκην οἰκτείρων, πάσῃ μηχανῇ τὸν Ἀκάμαντα
εἰς Δάρδανον ἀφικέσθαι πείθει ῾καθίστατο
γὰρ ὕπαρχος τοῦ χωρίοὐ, ἦλθε δὲ καὶ Λαοδίκη ὡς
εἰς ἑορτήν τινα σὺν ἄλλαις τῶν Τρῳάδων ἔτι παρθένος
οὖσα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.