Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἔφασαν δέ τινες καὶ τὴν Σαρδίων ἀκρόπολιν ὑπὸ
Κύρου τοῦ Περσῶν βασιλέως ἁλῶναι προδούσης
τῆς Κροίσου θυγατρὸς Νανίδος. Ἐπειδὴ γὰρ ἐπολιόρκει
Σάρδεις Κῦρος καὶ οὐδὲν αὐτῷ εἰς ἅλωσιν
τῆς πόλεως προὔβαινεν, ἐν πολλῷ τε δέει ἦν μὴ
ἀθροισθὲν τὸ συμμαχικὸν τοῦ Κροίσου διαλύσειεν
αὐτῷ τὴν στρατιάν, τότε τὴν παρθένον ταύτην ἔχει
λόγος περὶ προδοσίας συνθεμένην τῷ Κύρῳ, εἰ κατὰ
[p. 26]
νόμους Περσῶν ἕξει γυναῖκα αὐτήν, κατὰ τὴν ἄκραν,
μηδενὸς φυλάσσοντος δἰ ὀχυρότητα τοῦ χωρίου, εἰσδέχεσθαι
τοὺς πολεμίους, συνεργῶν αὐτῇ καὶ ἄλλων
τινῶν γινομένων: τὸν μέντοι Κῦρον μὴ ἐμπεδῶσαι
αὐτῇ τὴν ὑπόσχεσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.