Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Ὁ δὲ Διόγνητος ἀκούσας τοῦ
λόγου ἐκτός τε ἐγένετο αὑτοῦ καὶ σπασάμενος τὴν
μάχαιραν ὥρμησεν διεργάσασθαι τὴν κόρην. Ἐν νῷ
μέντοι λαβὼν τὸ εὔγνωμον αὐτῆς καὶ ἅμα ὑπ̓ ἔρωτος
κρατούμενος ῾ἔδει γάρ, ὡς ἔοικε, Ναξίοις μεταβολὴν
γενέσθαι τῶν παρόντων κακῶν̓ τότε μὲν οὐδὲν
ἀπεκρίνατο, βουλευόμενος τί ποιητέον εἴη: τῇ δ̓
ὑστεραίᾳ καθωμολογήσατο προδώσειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.