εἰ δ᾽ ἄγε νῦν, Ἐρατώ, πάρ θ᾽ ἵστασο καί μοι ἔνισπε,τίνες λόγοι περὶ αὐτοῦ τοῦ ἔρωτος καὶ τῶν ἐρωτικῶν ἐλέχθησαν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀντιφάνης ὁ κωμῳδιοποιός, ἑταῖρε Τιμόκρατες,
ὡς ἀνεγίνωσκέ τινα τῷ βασιλεῖ Ἀλεξάνδρῳ τῶν ἑαυτοῦ
κωμῳδιῶν, ὃ δὲ δῆλος ἦν οὐ πάνυ τι ἀποδεχόμενος,
‘δεῖ γάρ, ἔφησεν, ὦ βασιλεῦ, τὸν ταῦτα ἀποδεξόμενον
ἀπὸ συμβόλων τε πολλάκις δεδειπνηκέναι καὶ περὶ
ἑταίρας πλεονάκις καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς,'
ὥς φησι Λυκόφρων ὁ Χαλκιδεὺς ἐν τοῖς περὶ Κωμῳδίας ῾fr. 13 Strecker'.' ἡμεῖς οὖν τὸν περὶ ἐρωτικῶν λόγον
ἐνταῦθα μέλλοντες κατατάττειν ῾ἐγένοντο γὰρ καὶ περὶ
γαμετῶν καὶ ἑταιρῶν πολλάκις λόγοἰ εἰδόσιν ἐκτιθέμενοι τὴν ἱστορίαν τῶν Μουσῶν τὴν Ἐρατὼ ἐπικαλεσάμενοι εἰς μνήμην ἡμῖν ἰέναι τὸν ἐρωτικὸν ἐκεῖνον
κατάλογον, ἐντεῦθεν τὴν καταρχὴν ποιησόμεθα ῾Apoll.
Od. 3.1':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.