καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,Διονύσιος δ᾽ ὁ ἐπικαλούμενος Ἴαμβος ἐν τῷ περὶ διαλέκτων γράφει οὕτως: ‘ἀκηκόαμεν γοῦν ἁλιέως Ἐρετρικοῦ [τὸν] ἱερὸν ἰχθὺν καὶ ἄλλων πολλῶν ἁλιέων καλούντων τὸν πομπίλον: ἐστὶν πελάγιος καὶ παρὰ τὰς ναῦς πυκνὰ φαίνεται ἐοικὼς πηλαμύδι, ποικίλος. τὸν δ᾽ οὖν ἰχθύν τις παρὰ τῷ ποιητῇ ἕλκει:
ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,
ὃν λεῦκον καλέουσιν, ὁ γάρ θ᾽ ἱερώτατος ἄλλων,
καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης
ἔμπλεα.
εἰ μὴ ἄλλος τίς ἐστιν οὕτω καλούμενος ἱερὸς ἰχθύς.' Καλλίμαχος δ᾽ ἐν Γαλατείᾳ τὸν χρύσοφρυν ῾fr. 37 Sch':'ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθύν,
ἢ μᾶλλον χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθὺνἐν δὲ τοῖς ἐπιγράμμασιν ὁ αὐτὸς ποιητής φησιν ῾fr. 72 Sch':'
ἢ πέρκας ὅσα τ᾽ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης.
ἱερὸς δέ τοι, ἱερὸς ὕκης.ἄλλοι δ᾽ ἀκούουσιν ἱερὸν ἰχθὺν τὸν ἄνετον, ὡς καὶ ἱερὸν βοῦν τὸν ἄνετον, οἱ δὲ τὸν μέγαν, ὡς “ἱερὸν μένος Ἀλκινόοιο” Od. 8.385 , τινὲς δὲ τὸν ἱέμενον πρὸς τὸν ῥοῦν.'