καίπερ ἔχων πολλὰ τὰ περιέλκοντα καὶ δυνάμενος εἰπεῖν:αὐτὰρ Ὀδυσσεὺς
μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ,
πῶς οὖν οὐκ ἂν ἀβέλτερος εἴη ὁ Τηλέμαχος ᾠδοῦ παρόντος καὶ κυβιστητῆρος προσκύπτων πρὸς τὸν Πεισίστρατον ῾Od. 4.70' 'καὶ τῶν σκευῶν διατιθέμενος; ἀλλ᾽ Ὅμηρος ὥσπερ ἀγαθὸς ζωγράφος πάντα ὅμοιον τῷ πατρὶ τὸν Τηλέμαχον παρίστησι. πεποίηκεν γοῦν ἀμφοτέρους τὸν μὲν τῷ Ἀλκινόῳ ῾Od. 8.521',' τὸν δὲ τῷ Μενελάῳ ῾Od. 4.113' 'διὰ δακρύων γνωριζομένους.κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤπερ ἀοιδαί.