previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2] Εἶτα μετά τινα ἐπιφέρει λέγων: ‘εἰσὶν δὲ αἱ εἴκοσι δύο βίβλοι καθ̓ Ἑβραίους αἵδε: παῤ ἡμῖν Γένεσις ἐπιγεγραμμένη, παρὰ δ̓ Ἑβραίοις ἀπὸ τῆς ἀρχῆς τῆς βίβλου Βρησιθ, ὅπερ ἐστὶν ῾ἐν ἀρχᾖ: Ἔξοδος, Ουελλεσμωθ, ὅπερ ἐστὶν ῾ταῦτα τὰ ὀνόματἀ: Λευιτικόν, Ουϊκρα, ῾καὶ ἐκάλεσεν̓: Ἀριθμοί, Αμμεσφεκωδειμ: Δευτερονόμιον, Ελλεαδδεβαρειμ, ῾οὗτοι οἱ λόγοἰ: Ἰησοῦς υἱὸς Ναυῆ, Ιωσουεβεννουν: Κριταί, Ῥούθ, παῤ αὐτοῖς ἐν ἑνί, Σωφτειμ: Βασιλειῶν α β, παῤ αὐτοῖς ἕν, Σαμουηλ, ῾ὁ θεόκλητος᾿: Βασιλειῶν γ δ ἐν ἑνί, Ουαμμελχδαυιδ, ὅπερ ἐστὶν ῾βασιλεία Δαυίδ̓: Παραλειπομένων α β ἐν ἑνί, Δαβρηϊαμειν ὅπερ ἐστὶν ῾λόγοι ἡμερῶν̓: Ἔζρας α β ἐν ἑνί, Εζρα, ἐστιν ῾βοηθός᾿: βίβλος Ψαλμῶν, Σφαρθελλειμ: Σολομῶνος παροιμίαι, Μελωθ: Ἐκκλησιαστής, Κωελθ: Ἆισμα ᾀσμάτων ῾οὐ γάρ, ὡς ὑπολαμβάνουσίν τινες, Ἄισματα ᾀσμάτων̓, Σιρασσιρειμ: Ἡσαΐας, Ιεσσια: Ἱερεμίας σὺν Θρήνοις καὶ τῇ Ἐπιστολῇ ἐν ἑνί, Ιερεμια: Δανιήλ, Δανιηλ: Ἰεζεκιήλ, Ιεζεκιηλ: Ἰώβ, Ιωβ: [p. 74] Ἐσθήρ, Εσθηρ. ἔξω δὲ τούτων ἐστὶ τὰ Μακκαβαϊκά, ἅπερ ἐπιγέγραπται Σαρβηθσαβαναιελ.’

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: