previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6] Μάξιμος πρεσβύτερος τῶν παῤ ἡμῖν καὶ Οὐρβανός, δὶς τὴν ἐξ ὁμολογίας δόξαν ἀρίστην καρπωσάμενοι, Σιδόνιός τε καὶ Κελερῖνος, ἀνὴρ ὃς πάσας βασάνους διὰ τὸν τοῦ θεοῦ ἔλεον καρτερικώτατα διενέγκας καὶ τῇ ῥώμῃ τῆς αὐτοῦ πίστεως τὸ ἀσθενὲς τῆς σαρκὸς ἐπιρρώσας, κατὰ κράτος νενίκηκεν τὸν ἀντικείμενον, οὗτοι δὴ οὖν οἱ ἄνδρες κατανοήσαντες αὐτὸν καὶ καταφωράσαντες τὴν ἐν αὐτῷ πανουργίαν τε καὶ παλιμβολίαν τάς τε ἐπιορκίας καὶ τὰς ψευδολογίας καὶ τὴν ἀκοινωνησίαν αὐτοῦ καὶ λυκοφιλίαν, ἐπανῆλθον εἰς τὴν ἁγίαν ἐκκλησίαν, καὶ ἅπαντα αὐτοῦ τὰ τεχνάσματα καὶ πονηρεύματα, ἐκ πολλοῦ ἔχων ἐν ἑαυτῷ ὑπεστέλλετο, παρόντων ἱκανῶν τοῦτο μὲν ἐπισκόπων τοῦτο δὲ πρεσβυτέρων καὶ λαϊκῶν ἀνδρῶν παμπόλλων, ἐξήγγειλαν, ἀποδυρόμενοι καὶ μεταγινώσκοντες ἐφ̓ οἷς πεισθέντες τῷ δολερῷ καὶ κακοήθει θηρίῳ πρὸς ὀλίγον χρόνον τῆς ἐκκλησίας ἀπελείφθησαν.’

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: