previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταῦτα Διονύσιος. ἴδωμεν δ̓ αὐτὸς ὁποῖα καὶ τῷ Νοουάτῳ διεχάραξεν, ταράττοντι τηνικάδε τὴν Ῥωμαίων ἀδελφότητα: ἐπειδὴ οὖν τῆς ἀποστασίας καὶ τοῦ σχίσματος πρόφασιν ἐποιεῖτο τῶν ἀδελφῶν τινας, ὡς δὴ πρὸς αὐτῶν ἐπὶ τοῦτ̓ ἐλθεῖν ἐκβεβιασμένος, ὅρα τίνα τρόπον αὐτῷ γράφει: ‘Διονύσιος Νοουατιανῷ ἀδελφῷ [p. 128] χαίρειν. εἰ ἄκων, ὡς φῄς, ἤχθης, δείξεις ἀναχωρήσας ἑκών. ἔδει μὲν γὰρ καὶ πᾶν ὅτι οὖν παθεῖν ὑπὲρ τοῦ μὴ διακόψαι τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἦν οὐκ ἀδοξοτέρα τῆς ἕνεκεν τοῦ μὴ εἰδωλολατρῆσαι γινομένης ἕνεκεν τοῦ μὴ σχίσαι μαρτυρία, κατ̓ ἐμὲ δὲ καὶ μείζων. ἐκεῖ μὲν γὰρ ὑπὲρ μιᾶς τις τῆς ἑαυτοῦ ψυχῆς, ἐνταῦθα δὲ ὑπὲρ ὅλης τῆς ἐκκλησίας μαρτυρεῖ. καὶ νῦν δὲ εἰ πείσαις βιάσαιο τοὺς ἀδελφοὺς εἰς ὁμόνοιαν ἐλθεῖν, μεῖζον ἔσται σοι τοῦ σφάλματος τὸ κατόρθωμα, καὶ τὸ μὲν οὐ λογισθήσεται, τὸ δὲ ἐπαινεθήσεται. εἰ δὲ ἀπειθούντων ἀδυνατοίης, σῴζων 1 σῷζε τὴν σεαυτοῦ ψυχήν. ἐρρῶσθαί σε, ἐχόμενον τῆς εἰρήνης ἐν κυρίῳ, εὔχομαι.’

1 Gen. 19, 17, (LXX)

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: