Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄρχειν μὴ ἀρχομένου: ἀλλ᾽ οἱ πολλοὶ κακῶς φρονοῦντες οἴονται πρῶτον ἐν τῷ ἄρχειν ἀγαθὸν εἶναι τὸ μὴ ἄρχεσθαι, καὶ ὅ γε Περσῶν βασιλεὺς πάντας . ἡγεῖτο δούλους πλὴν τῆς αὑτοῦ γυναικός, ἧς μάλιστα δεσπότης ὤφειλεν εἶναι. ,
τίς οὖν ἄρξει τοῦ ἄρχοντος; ὁ νόμος ὁ πάντων βασιλεὺς; θνατῶν 1 τε καὶ ἀθανάτων: ὡς ἔφη Πίνδαρος, οὐκ ἐν βιβλίοις ἔξω γεγραμμένος 2 οὐδέ τισι ξύλοις, ἀλλ᾽ ἔμψυχος ὢν ἐν αὐτῷ 3 λόγος, ἀεὶ συνοικῶν καὶ παραφυλάττων καὶ μηδέποτε τὴν ψυχὴν ἐῶν ἔρημον ἡγεμονίας. ὁ μὲν γὰρ Περσῶν βασιλεὺς ἕνα τῶν κατευναστῶν εἶχε πρὸς τοῦτο τεταγμένον, ὥσθ᾽ ἕωθεν εἰσιόντα λέγειν πρὸς αὐτὸν ‘ ἀνάστα, ὦ βασιλεῦ, καὶ φρόντιζε πραγμάτων, ὧν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.