ταῖς ἐπιθυμίαις μὴ δυναμένην ἡ δ᾽ ἐξουσία παραλαβοῦσα τὴν κακίαν νεῦρα τοῖς 1 πάθεσι προστίθησι καὶ τὸ τοῦ Διονυσίου ἀληθές ἐστιν: ἔφη γὰρ ἀπολαύειν μάλιστα τῆς ἀρχῆς, ὅταν ταχέως ἃ βούλεται ποιῇ. μέγας οὖν ὁ κίνδυνος βούλεσθαι ἃ μὴ δεῖ τὸν ἃ βούλεται ποιεῖν δυνάμενον:
αὐτίκ᾽ ἔπειτά γε 2 μῦθος ἔην, τετέλεστο δὲ ἔργον.3 ὀξὺν ἡ κακία διὰ τῆς ἐξουσίας δρόμον ἔχουσα πᾶν [p. 19] πάθος ἐξωθεῖ 4, ποιοῦσα τὴν ὀργὴν φόνον τὸν ἔρωτα μοιχείαν τὴν πλεονεξίαν δήμευσιν.
αὐτίκ᾽ ἔπειθ᾽ ἅμα μῦθος ἔην,'καὶ ἀπόλωλεν ὁ προσκρούσας: ὑπόνοια, καὶ τέθνηκεν
5