Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κοσμεῖ δ᾽ ἥλιος ἅπαντα καὶ πᾶσι τοῦτο δὴ τὸ παρ᾽ αὑτοῦ 1 φίλτρον ἐγκεράννυσιν. ἀλλὰ τῶν τοιούτων 2 καὶ τηλικούτων ἃ θεοὶ χαρίζονται δώρων καὶ ἀγαθῶν οὐκ ἔστιν ἀπόλαυσις οὐδὲ χρῆσις ὀρθὴ δίχα νόμου καὶ δίκης καὶ ἄρχοντος. δίκη μὲν οὖν νόμου τέλος ἐστί, νόμος δ᾽ ἄρχοντος ἔργον, ἄρχων δ᾽ εἰκὼν θεοῦ τοῦ πάντα κοσμοῦντος, οὐ Φειδίου δεόμενος πλάττοντος οὐδὲ Πολυκλείτου καὶ Μύρωνος, ἀλλ᾽ αὐτὸς αὑτὸν εἰς ὁμοιότητα θεῷ δι᾽ ἀρετῆς καθιστὰς;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.