previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δ᾽ ἄλλων ποιητῶν ἔνιοι τὰς καθ᾽ αὑτοὺς πολυτελείας καὶ ῥᾳθυμίας ἀνέπεμπον ὡς οὔσας καὶ κατὰ τὰ Τρωικά. Αἰσχύλος γοῦν ἀπρεπῶς που παράγει μεθύοντας τοὺς Ἕλληνας, ὡς καὶ τὰς ἀμίδας ἀλλήλοις περικαταγνύναι. λέγει γοῦν fr. 174 N':'
ὅδ᾽ ἐστὶν ὅς ποτ᾽ ἀμφ᾽ ἐμοὶ βέλος
γελωτοποιόν, τὴν κάκοσμον οὐράνην,
ἔρριψεν οὐδ᾽ ἥμαρτε: περὶ δ᾽ ἐμῷ κάρᾳ
πληγεῖσ᾽ ἐναυάγησεν ὀστρακουμένη,
χωρὶς μυρηρῶν τευχέων πνέουσ᾽ ἐμοί.
καὶ Σοφοκλῆς δὲ ἐν Ἀχαιῶν συνδείπνῳ fr. 141 N':'
ἀλλ᾽ ἀμφὶ θυμῷ τὴν κάκοσμον οὐράνην
ἔρριψεν οὐδ᾽ ἥμαρτε: περὶ δ᾽ ἐμῷ κάρᾳ
κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον.
ἐδειματούμην δ᾽ οὐ φίλης ὀσμῆς ὕπο.
Εὔπολις δὲ τὸν πρῶτον εἰσηγησάμενον τὸ τῆς ἀμίδος ὄνομα ἐπιπλήττει λέγων I 350 K':' ΑΛΚ. μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην.
Β. πολλὰς δ᾽ οἶμαι νῦν βεβινῆσθαι.
ΑΛΚ. ..... ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῲ 'πιπίνειν;
Β. πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστασ᾽ εὑρών.
ΑΛΚ. εἶεν: τίς εἶπενἀμίδα παῖ᾽ πρῶτος μεταξὺ πίνων;
Β. Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφόν
σου.
παρ᾽ Ὁμήρῳ δὲ οἱ ἀριστεῖς κοσμίως δειπνοῦσιν ἐν Ἀγαμέμνονος. εἰ δ᾽ ἐν Ὀδυσσείᾳ Od. 8.75' 'φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς καὶ Ἀγαμέμνωνχαῖρε νόῳ᾽, ἀλλ᾽ ὠφέλιμοι αἱ φιλοτιμίαι ζητούντων <εἰ> λόγῳ μάχῃ αἱρεθῆναι δεῖ τὸ Ἴλιον. ἀλλ᾽ οὐδ᾽ ὅτε μνηστῆρας εἰσάγει μεθύοντας, οὐδὲ τότε τοιαύτην ἀκοσμίαν εἰσήγαγεν ὡς Σοφοκλῆς καὶ Αἰσχύλος πεποιήκασιν, ἀλλὰ πόδα βόειον ἐπὶ τὸν Ὀδυσσέα ῥιπτούμενον Od. 20.299'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (8 total)
  • Cross-references to this page (6):
    • Dictionary of Greek and Roman Geography (1854), CORINTHUS
    • Dictionary of Greek and Roman Geography (1854), I´CARUS
    • Dictionary of Greek and Roman Geography (1854), I´SMARUS
    • Dictionary of Greek and Roman Geography (1854), LA´MPSACUS
    • Dictionary of Greek and Roman Geography (1854), OE´NOE
    • Dictionary of Greek and Roman Geography (1854), PHOCU´SAE
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: