ἰχθὺν δ᾽ Ὅμηρος ἐσθίοντ᾽ εἴρηκε ποῦοὐδὲ τὸν ἀέρα δ᾽ <οἱ> ἥρωες τοῖς ὄρνισιν εἴων ἐλεύθερον, παγίδας καὶ νεφέλας ἐπὶ ταῖς κίχλαις καὶ πελειάσιν ἱστάντες. ἐγυμνάζοντο δὲ πρὸς ὀρνεοθηρευτικὴν [καὶ] τὴν πελειάδα τῇ μηρίνθῳ κρεμάντες ἀπὸ νηὸς ἱστοῦ καὶ τοξεύοντες ἑκηβόλως εἰς αὐτήν, ὡς ἐν τῷ ἐπιταφίῳ δηλοῦται ῾Il. 21.852'.' παρέλιπε δὲ τὴν χρῆσιν τῶν λαχάνων καὶ ἰχθύων καὶ τῶν ὀρνίθων διά τε τὴν λιχνείαν καὶ προσέτι τὴν ἐν ταῖς σκευασίαις ἀπρέπειαν, ἐλάττω κεκρικὼς ἡρωικῶν καὶ θείων ἔργων. ὅτι δὲ καὶ ἑφθοῖς ἐχρῶντο κρέασιν ἐμφανίζει ἐν οἷς λέγει:
τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεὶ
ἕψοντά γ᾽ οὐ πεποίηκεν αὐτῶν οὐδένα.
ἀλλ᾽ οὐδὲ μίαν ἀλλ᾽ ἑταίραν εἶδέ τις
αὐτῶν, ἑαυτοὺς δ᾽ ἔδεφον ἐνιαυτοὺς δέκα.
πικρὰν στρατείαν δ᾽ εἶδον, οἵτινες πόλιν
μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ
τῆς πόλεος ἀπεχώρησαν ἧς εἷλον τότε.
καὶ ὁ κατ᾽ Ὀδυσσέως ἀφεθεὶς ποῦς βοὸς ῾Od. 20.299' 'τούτου σημεῖον: πόδα γὰρ βόειον οὐδεὶς ὀπτᾷ. καὶ τὸ ῾Od. 1.141' '‘κρειῶν δὲ πίνακας παρέθηκεν ἀείρας παντοίων᾽ οὐ μόνον τὴν τῶν κρεῶν ἐξαλλαγὴν δηλοῖ, ὡς ὀρνίθεια, χοίρεια, ἐρίφεια, βόεια λέγων, ἀλλὰ τὴν σκευασίαν ὡς ποικίλην ἔχοντα καὶ οὐ μονοειδῆ ἀλλὰ περιττήν. ὡς ἀνακύπτειν τὰς Σικελικὰς καὶ Συβαριτικὰς [καὶ Ἰταλικὰς] τραπέζας, ἤδη δὲ καὶ Χίας. μαρτυροῦνται γὰρ καὶ Χῖοι οὐκ ἔλαττον τῶν προειρημένων ἐπὶ ὀψαρτυτικῇ. Τιμοκλῆς ῾II 466 K':'ὡς δὲ λέβης ζεῖ . . . . . . . .
κνίσσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο.
Χῖοι πολὺκοιμῶνται δὲ μετὰ γυναικῶν παρ᾽ Ὁμήρῳ οὐ μόνον οἱ νέοι, ἀλλὰ καὶ οἱ γέροντες Φοῖνιξ τε καὶ Νέστωρ. μόνῳ Μενελάῳ οὐ συνέζευκται γυνὴ διὰ γυναῖκα γαμετὴν ἡρπασμένην τὴν στρατείαν πεποιημένῳ.
ἄριστ᾽ ἀνευρήκασιν ὀψαρτυτικήν.