καὶ ὁ Ἀχιλλεὺς καίπερ ἐπειγομένων τῶν πρέσβεων ὡς ἐν μέσαις νυξὶν ἡκόντων ὅμως:ἔνθα δὲ πῦρ κείαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
τυρῶν αἰνύμενοι φάγομεν.
καὶ σπονδοποιεῖταί γε τοὺς δαιτυμόνας ῾ib. 175':'θεοῖσι δὲ θῦσαι ἀνώγει
Πάτροκλον ὃν ἑταῖρον: ὃ δ᾽ ἐν πυρὶ βάλλε θυηλάς.
κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,ἅπερ καὶ Πλάτων φυλάσσει κατὰ τὸ συμπόσιον. μετὰ γὰρ τὸ δειπνῆσαι σπονδάς τέ φησιν ῾p. 176a' 'ποιῆσαι καὶ τὸν θεὸν παιωνίσαντας τοῖς νομιζομένοις γέρασι ... παραπλησίως δὲ καὶ Ξενοφῶν. παρὰ δ᾽ Ἐπικούρῳ οὐ σπονδή, οὐκ ἀπαρχὴ θεοῖς, ἀλλ᾽ ὥσπερ Σιμωνίδης ἔφη περὶ τῆς ἀκόσμου γυναικός ῾fr. 7, 56','
νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽.
ἄθυστα δ᾽ ἱρὰ πολλάκις κατεσθίει ....