καὶ μόνου δὲ τούτου τῶν ἡρώων τὸ ποτήριον ἡρμήνευκεν, ὡς τὴν Ἀχιλλέως ἀσπίδα. ἐστρατεύετο γὰρ μετ᾽ αὐτοῦ καθάπερ καὶ τῆς ἀσπίδος ἐκείνης, ἧς φησιν ὁ Ἕκτωρ καὶ μέχρι οὐρανοῦ ἥκειν τὸ κλέος ῾Il. 8.192'.' οὐκ ἂν ἁμάρτοι δέ τις καὶ τὸ ποτήριον αὐτοῦ λέγων φιάλην Ἄρεως κατὰ τὸν Ἀντιφάνους Καινέα, ἐν ᾧ λέγεται οὕτως ῾II 55 K':'Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης.
εἶτ᾽ ἤδη δὸς φιάλην [τὸ ὅπλον] Ἄρεως,ἀλλὰ μὴν καὶ διὰ τὴν φιλοποσίαν ὁ Νέστωρ καὶ παρ᾽ Ἀχιλλέως φιάλην λαμβάνει δῶρον ἐν τῷ ἐπὶ Πατρόκλῳ ἐπιτελουμένῳ ἀγῶνι ῾Il. 21.616',' οὐχ ὅτι καὶ οὐχὶ τῷ νικηθέντι ἔδωκε δέπας ὁ Ἀχιλλεύς ῾τοῖς γὰρ φιλοπόταις οὐ παρέπεται τὸ νικᾶν διὰ τὸ ῥᾴθυμον̓ ἢ ὅτι διὰ δίψαν μάλιστα λείπονται οἱ πύκται διὰ τὸ βαρεῖσθαι τὰς χεῖρας ἀνατείνοντες. ὁ δὲ Εὔμηλος λαμβάνει θώρακα ῾v. 560' 'δραμὼν ἆθλον ἐπισφαλῶς καὶ ἀμυχθείς, ἀσφαλείας ὅπλον.
κατὰ Τιμόθεον ῾fr. 16',' ξυστόν τε βέλος.