previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] αἰώνων νοερὰν καὶ 1 οὐσιώδη σοφίαν τόν τε ζῶντα καὶ ἐν ἀρχῇ παρὰ τῷ πατρὶ τυγχάνοντα θεὸν λόγον τίς ἂν πλὴν τοῦ 2 πατρὸς καθαρῶς ἐννοήσειεν, πρὸ πάσης κτίσεως καὶ δημιουργίας ὁρωμένης τε καὶ ἀοράτου τὸ πρῶτον καὶ μόνον τοῦ θεοῦ γέννημα, τὸν τῆς κατ̓ οὐρανὸν 3 λογικῆς καὶ ἀθανάτου στρατιᾶς ἀρχιστράτηγον, 4 τὸν τῆς μεγάλης βουλῆς ἄγγελον, τὸν τῆς ἀρρήτου γνώμης τοῦ πατρὸς ὑπουργόν, τὸν τῶν ἁπάντων σὺν τῷ πατρὶ δημιουργόν, τὸν δεύτερον μετὰ τὸν πατέρα τῶν ὅλων αἴτιον, τὸν τοῦ θεοῦ παῖδα γνήσιον καὶ μονογενῆ, τὸν τῶν γενητῶν ἁπάντων κύριον καὶ θεὸν καὶ βασιλέα τὸ κῦρος ὁμοῦ καὶ τὸ κράτος αὐτῇ θεότητι καὶ δυνάμει καὶ τιμῇ παρὰ τοῦ πατρὸς ὑποδεδεγμένον, ὅτι δὴ κατὰ τὰς 5 περὶ αὐτοῦ μυστικὰς τῶν γραφῶν θεολογίαςἐν ἀρχῇ ἦν λόγος, καὶ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν λόγος: πάντα δἰ αὐτοῦ ἐγένετο, ’

1 John 1, 9. 10, Prov. 8, 23

2 John 1, 4. 2, Col. 1, 15. 16

3 Jos. 5, 14

4 Is. 9, 6

5 John 1, 1. 3

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: