Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9] 1 ‘Μαρκίωνα δέ τινα Ποντικόν, ὃς καὶ νῦν ἔτι ἐστὶν διδάσκων τοὺς πειθομένους ἄλλον τινὰ νομίζειν μείζονα τοῦ δημιουργοῦ θεόν: ὃς καὶ κατὰ πᾶν γένος ἀνθρώπων διὰ τῆς τῶν δαιμόνων συλλήψεως πολλοὺς πεποίηκε βλάσφημα λέγειν καὶ ἀρνεῖσθαι τὸν ποιητὴν τοῦδε τοῦ παντὸς πατέρα εἶναι τοῦ Χριστοῦ, ἄλλον δέ τινα ὡς ὄντα μείζονα παρὰ τοῦτον ὁμολογεῖν πεποιηκέναι. καὶ πάντες οἱ ἀπὸ τούτων ὡρμημένοι, ὡς ἔφαμεν, Χριστιανοὶ καλοῦνται, ὃν τρόπον καὶ οὐ κοινῶν ὄντων δογμάτων τοῖς φιλοσόφοις τὸ ἐπικαλούμενον ὄνομα τῆς φιλοσοφίας κοινόν ἐστιν:’ τούτοις ἐπιφέρει λέγων ‘ἔστιν’
1 Justin, Apol. 1, 26
Eusebius, The Ecclesiastical History, Vol 1-2. Eusebius of Caesarea. Kirsopp Lake. J.E.L. Oulton. H.J. Lawlor. William Heinemann; G.P. Putnam's Press; Harvard University Press. London; New York; Cambridge, Mass. 1926-1932. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.