Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8] ὥστε εἰκότως εἰ μὴ λόγοις ἔργοις δ̓ οὖν ὁμοίως 1 τοῖς ἀμφὶ τὸν μέγαν θεράποντα Μωυσέα τοὺς παρὰ θεοῦ τὴν νίκην ἀραμένους αὐτὰ δὴ τὰ κατὰ τοῦ πάλαι δυσσεβοῦς τυράννου ὧδέ πως ἂν ὑμνεῖν καὶ 2 λέγειν ‘ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν: βοηθὸς καὶ σκεπαστής μου κύριος, ἐγένετό μοι εἰς σωτηρίαν’ καὶ ‘τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.’
Eusebius, The Ecclesiastical History, Vol 1-2. Eusebius of Caesarea. Kirsopp Lake. J.E.L. Oulton. H.J. Lawlor. William Heinemann; G.P. Putnam's Press; Harvard University Press. London; New York; Cambridge, Mass. 1926-1932. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.