previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τῶν γε μὴν τοῦ σωτῆρος ἀποστόλων παντί τῳ σαφὴς ἐκ τῶν εὐαγγελίων πρόσρησις: τῶν δὲ ἑβδομήκοντα μαθητῶν κατάλογος μὲν οὐδεὶς οὐδαμῇ φέρεται, λέγεταί γε μὴν εἷς αὐτῶν Βαρναβᾶς γεγονέναι, οὗ διαφόρως μὲν καὶ αἱ Πράξεις τῶν ἀποστόλων ἐμνημόνευσαν, οὐχ ἥκιστα δὲ καὶ 1 Παῦλος Γαλάταις γράφων. τούτων δ̓ εἶναί φασι 2 καὶ Σωσθένην τὸν ἅμα Παύλῳ Κορινθίοις ἐπιστείλαντα: [2] δ̓ ἱστορία παρὰ Κλήμεντι κατὰ τὴν πέμπτην τῶν Ὑποτυπώσεων: ἐν καὶ Κηφᾶν, 3 περὶ οὗ φησιν Παῦλοςὅτε δὲ ἦλθεν Κηφᾶς [p. 84] εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην,’ ἕνα φησὶ γεγονέναι τῶν ἑβδομήκοντα μαθητῶν, [3] ὁμώνυμον Πέτρῳ τυγχάνοντα τῷ ἀποστόλῳ. καὶ 4 Ματθίαν δὲ τὸν ἀντὶ Ἰούδα τοῖς ἀποστόλοις συγκαταλεγέντα τόν τε σὺν αὐτῷ τῇ ὁμοίᾳ ψήφῳ τιμηθέντα τῆς αὐτῆς τῶν ἑβδομήκοντα κλήσεως ἠξιῶσθαι κατέχει λόγος. καὶ Θαδδαῖον δὲ ἕνα τῶν αὐτῶν εἶναί φασι, περὶ οὗ καὶ ἱστορίαν ἐλθοῦσαν εἰς ἡμᾶς αὐτίκα μάλα ἐκθήσομαι. [4] καὶ τῶν ἑβδομήκοντα δὲ πλείους τοῦ σωτῆρος πεφηνέναι μαθητὰς εὕροις ἂν ἐπιτηρήσας, μάρτυρι 5 χρώμενος τῷ Παύλῳ, μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν ὦφθαι αὐτὸν φήσαντι πρῶτον μὲν Κηφᾷ, ἔπειτα τοῖς δώδεκα, καὶ μετὰ τούτους ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ὧν τινὰς μὲν ἔφασκεν κεκοιμῆσθαι, τοὺς πλείους δ̓ ἔτι τῷ βίῳ, καθ̓ ὃν καιρὸν αὐτῷ ταῦτα συνετάττετο, περιμένειν: [5] ἔπειτα δ̓ ὦφθαι αὐτὸν Ἰακώβῳ φησίν: εἷς δὲ καὶ οὗτος τῶν φερομένων τοῦ σωτῆρος ἀδελφῶν ἦν: εἶθ̓ ὡς παρὰ τούτους κατὰ μίμησιν τῶν δώδεκα πλείστων ὅσων ὑπαρξάντων ἀποστόλων, οἷος καὶ αὐτὸς Παῦλος ἦν, προστίθησι λέγωνἔπειτα ὤφθη τοῖς ἀποστόλοις πᾶσιν.’ ταῦτα μὲν οὖν περὶ τῶνδε.

1 Gal. 2, 1. 9. 13

2 1 Cor. 1, 1

3 Gal. 2, 11

4 Acts 1, 23-26

5 1 Cor. 15, 5-7

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: