previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὡς οὖν ἐτετέλεστο πομπή, ἦλθον δὲ εἰς τὸ ἱερὸν θύσοντες ἅπαν τὸ πλῆθος καὶ τῆς πομπῆς κόσμος ἐλέλυτο, ᾔεσαν δὲ ἐς ταὐτὸν ἄνδρες καὶ γυναῖκες, ἔφηβοι καὶ παρθένοι, ἐνταῦθα ὁρῶσιν ἀλλήλους, καὶ ἁλίσκεται Ἄνθεια ὑπὸ τοῦ Ἁβροκόμου, ἡττᾶται δὲ ὑπὸ τοῦ Ἔρωτος Ἁβροκόμης καὶ ἐνεώρα τε συνεχέστερον τῇ κόρῃ καὶ ἀπαλλαγῆναι τῆς ὄψεως ἐθέλων οὐκ ἐδύνατο: κατεῖχε δὲ αὐτὸν ἐγκείμενος θεός. [2] Διέκειτο δὲ καὶ Ἄνθεια πονήρως, ὅλοις μὲν καὶ ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς τὸ Ἁβροκόμου κάλλος εἰσρέον δεχομένη, ἤδη δὲ καὶ τῶν παρθένοις πρεπόντων καταφρονοῦσα: καὶ γὰρ ἐλάλησεν ἄν τι, ἵνα Ἁβροκόμης ἀκούσῃ, καὶ μέρη τοῦ σώματος ἐγύμνωσεν ἂν τὰ δυνατά, ἵνα Ἁβροκόμης ἴδῃ: δὲ αὑτὸν ἐδεδώκει πρὸς τὴν θέαν καὶ ἦν αἰχμάλωτος τοῦ θεοῦ. [3] Καὶ τότε μὲν θύσαντες ἀπηλλάττοντο λυπούμενοι καὶ τῷ τάχει τῆς ἀπαλλαγῆς μεμφόμενοι: καὶ ἀλλήλους βλέπειν ἐθέλοντες ἐπιστρεφόμενοι καὶ ὑφιστάμενοι πολλὰς προφάσεις διατριβῆς εὕρισκον. [4] Ὡς δὲ ἦλθον ἑκάτερος παῤ ἑαυτόν, ἔγνωσαν τότε οἷ κακῶν ἐγεγόνεσαν: καὶ ἔννοια ἐκείνους ὑπῄει τῆς ὄψεως θατέρου καὶ ἔρως ἐν αὐτοῖς ἀνεκαίετο καὶ τὸ περιττὸν τῆς ἡμέρας αὐξήσαντες τὴν ἐπιθυμίαν, ἐπειδὴ εἰς ὕπνον ᾔεσαν, ἐν ἀθρόῳ γίνονται τῷ δεινῷ, καὶ ἔρως ἐν ἑκατέροις ἦν ἀκατάσχετος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: