previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταῦθ̓ ἑκάτερος αὐτῶν δἰ ὅλης τῆς νυκτὸς ὠδύρετο, εἶχον δὲ πρὸ ὀφθαλμῶν τὰς ὄψεις τὰς ἑαυτῶν, [p. 334] τὰς εἰκόνας ἐπὶ τῆς ψυχῆς ἀλλήλων ἀναπλάττοντες: ὡς δὲ ἡμέρα ἐγένετο, ᾔει μὲν Ἁβροκόμης ἐπὶ τὰ συνήθη γυμνάσματα, ᾔει δὲ παρθένος ἐπὶ τὴν ἐξ ἔθους θρησκείαν τῆς θεοῦ. [2] Ἦν δὲ αὐτοῖς καὶ τὰ σώματα ἐκ τῆς παρελθούσης νυκτὸς πεπονηκότα καὶ τὸ βλέμμα ἄθυμον καὶ οἱ χρῶτες ἠλλαγμένοι: καὶ τοῦτο ἐπὶ πολὺ ἐγίνετο καὶ πλέον οὐδὲν αὐτοῖς ἦν. [3] Ἐν τούτῳ ἐν τῷ ἱερῷ τῆς θεοῦ διημερεύοντες ἐνεώρων ἀλλήλοις, εἰπεῖν τἀληθὲς φόβῳ πρὸς ἑκατέρους αἰδούμενοι: τοσοῦτο δέ: ἐστέναξεν ἄν ποτε Ἁβροκόμης καὶ ἐδάκρυσε καὶ προσεύχετο τῆς κόρης ἀκουούσης ἐλεεινῶς: [4] δὲ Ἄνθεια ἔπασχε μὲν τὰ αὐτά, πολὺ δὲ μείζονι τῇ συμφορᾷ κατείχετο: εἰ δέ ποτε ἄλλας παρθένους γυναῖκας ἴδοι βλεπούσας εἰς ἐκεῖνον ῾ἑώρων δὲ ἅπασαι εἰς Ἁβροκόμην̓, δήλη ἦν λυπουμένη, μὴ παρευδοκιμηθῇ φοβουμένη. Εὐχαὶ δὲ αὐτοῖς ἑκατέροις ἦσαν πρὸς τὴν θεὸν κοινῇ, λανθάνουσαι μέν, ἀλλ̓ ἐγίνοντο ὅμοιαι. [5] Χρόνου δὲ προϊόντος οὐκέτι τὸ μειράκιον ἐκαρτέρει, ἤδη δὲ αὐτῷ καὶ τὸ σῶμα πᾶν ἠφάνιστο καὶ ψυχὴ κατεπεπτώκει, ὥστε ἐν πολλῇ ἀθυμίᾳ τὸν Λυκομήδην καὶ τὴν Θεμιστὼ γεγονέναι, οὐκ εἰδότας μὲν τι εἴη τὸ συμβαῖνον Ἁβροκόμῃ, δεδοικότας δὲ ἐκ τῶν ὁρωμένων. [6] Ἐν ὁμοίῳ δὲ φόβῳ καὶ Μεγαμήδης καὶ Εὐίππη περὶ τῆς Ἀνθείας καθειστήκεσαν, ὁρῶντες αὐτῆς τὸ μὲν κάλλος μαραινόμενον, τὴν δὲ αἰτίαν οὐ φαινομένην τῆς συμφορᾶς. Τέλος δ̓ εἰσάγουσι παρὰ τὴν Ἄνθειαν μάντεις καὶ ἱερέας, ὡς εὑρήσοντας λύσιν τοῦ δεινοῦ. [7] Οἱ δὲ ἐλθόντες ἔθυόν τε ἱερεῖα καὶ ποικίλα ἐπέσπενδον καὶ ἐπέλεγον φωνὰς βαρβαρικάς, ἐξιλάσκεσθαί τινας λέγοντες δαίμονας, καὶ προσεποιοῦντο ὡς εἴη τὸ δεινὸν ἐκ τῶν ὑποχθονίων [p. 335] θεῶν. [8] Πολλὰ δὲ καὶ ὑπὲρ Ἁβροκόμου οἱ περὶ τὸν Λυκομήδην ἔθυόν τε καὶ εὔχοντο: λύσις δὲ οὐδεμία τοῦ δεινοῦ οὐδὲ ἑτέρῳ αὐτῶν ἐγίνετο, ἀλλὰ καὶ ἔτι μᾶλλον ἔρως ἀνεκάετο. [9] Ἔκειντο μὲν δὴ ἑκάτεροι νοσοῦντες, πάνυ ἐπισφαλῶς διακείμενοι, ὅσον οὐδέπω τεθνήξεσθαι προσδοκώμενοι, κατειπεῖν αὑτῶν τὴν συμφορὰν μὴ δυνάμενοι. Τέλος δὲ πέμπουσιν οἱ πατέρες ἑκατέρων εἰς θεοῦ μαντευσόμενοι τήν τε αἰτίαν τῆς νόσου καὶ τὴν ἀπαλλαγήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: