Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κ.
κελαιναὶ μὲν τὸ χωρίον,
ὅσον αἱ πηγαὶ καὶ
τὸ ἄντρον,
ἐκποδὼν δὲ Μαρσύας ἢ ποιμαίνων ἢ
μετὰ τὴν ἔριν.
μὴ ἐπαίνει τὸ ὕδωρ:
καὶ γὰρ εἰ πότιμόν
τε καὶ γαληνὸν γέγραπται,
ποτιμωτέρῳ ἐντεύξῃ
τῷ Ὀλύμπῳ.
καθεύδει δὲ μετὰ τὴν αὔλησιν ἁβρὸς
ἐν ἁβροῖς ἄνθεσι συγκεραννὺς τὸν ἱδρῶτα τῇ τοῦ
[p. 324]
λειμῶνος δρόσῳ,
καὶ ὁ Ζέφυρος ἐκκαλεῖ αὐτὸν προς2
πνέων
τῇ κόμῃ,
ὁ δὲ ἀντιπνεῖ τῷ ἀνέμῳ ἕλκων τὸ
ἀπὸ τοῦ στέρνου ἆσθμα,
κάλαμοί τε αὐλοῦντες ἤδη
παράκεινται τῷ Ὀλύμπῳ καὶ σιδήρια ἔτι,
οἷς ἐπιτρυπῶνται
οἱ αὐλοί.
ἐρῶντες δὲ αὐτοῦ Σατύρων τις
ἀγέλη καταθεῶνται τὸ μειράκιον ἐρυθροὶ καὶ σεσηρότες,
ὁ μὲν τοῦ στέρνου θιγεῖν δεόμενος,
ὁ δὲ
ἐμφῦναι τῇ δέρῃ,
ὁ δὲ σπάσαι τι ἐπιθυμῶν φίλημα,
ἄνθη τε ἐπιπάττουσι καὶ προσκυνοῦσιν ὡς ἄγαλμα,
ὁ σοφώτατος δὲ αὐτῶν ἔτι θερμοῦ θατέρου τοῦ
αὐλοῦ τὴν γλῶτταν ἀνασπάσας ἐσθίει καὶ τὸν Ὄλυμπον
οὕτω φιλεῖν οἴεται,
φησὶ δὲ καὶ ἀπογεύσασθαι
τοῦ πνεύματος.