previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΠΑΛΑΙΜΩΝ.

ις. θύων ἐν Ἰσθμῷ δῆμος, εἴη δ᾽ ἂν ἐκ τῆς Κορίνθου, καὶ βασιλεὺς οὑτοσὶ τοῦ δήμου, — Σίσυφον αὐτὸν ἡγώμεθατέμενος δὲ τουτὶ Ποσειδῶνος ἠρέμα τι προσηχοῦν θαλάττῃ, αἱ γὰρ τῶν πιτύων κόμαι τοῦτο ᾄδουσι, τοιάδε, παῖ, σημαίνει: Ἰνὼ τῆς γῆς ἐκπεσοῦσα τὸ μὲν ἑαυτῆς Λευκοθέα τε καὶ τοῦ τῶν Νηρηίδων κύκλου, τὸ δὲ τοῦ παιδὸς γῆ Παλαίμονι τῷ βρέφει χρήσεται. καταίρει δὲ ἤδη ἐς αὐτὴν ἐπὶ δελφῖνος εὐηνίου, καὶ δελφὶς τὰ νῶτα ὑποστρωννὺς φέρει καθεύδοντα διολισθάνων ἀψοφητὶ τῆς γαλήνης, ὡς μὴ ἐκπέσοι τοῦ ὕπνου, προσιόντι δὲ αὐτῷ ῥήγνυταί τι κατὰ τὸν Ἰσθμὸν ἄδυτον διασχούσης τῆς γῆς ἐκ Ποσειδῶνος, ὅν μοι δοκεῖ καὶ Σισύφῳ τούτῳ προειπεῖν τὸν τοῦ παιδὸς ἔσπλουν καὶ ὅτι θύειν αὐτῷ δέοι. [p. 363] θύει δὲ ταῦρον τουτονὶ μέλανα ἀποσπάσας, οἶμαι, αὐτὸν ἐκ τῆς τοῦ Ποσειδῶνος ἀγέλης. μὲν οὖν τῆς θυσίας λόγος καὶ τῶν θυσάντων ἐσθὴς καὶ τὰ ἐναγίσματα, παῖ, καὶ τὸ σφάττειν ἐς τὰ τοῦ Παλαίμονος ἀποκείσθω ὄργια, σεμνὸς γὰρ λόγος καὶ κομιδῇ ἀπόθετος, ἅτ᾽ ἀποθειώσαντος αὐτὸν Σισύφου τοῦ σοφοῦ: σοφὸν γὰρ ἤδη που δηλοῖ αὐτὸν ἐπιστροφὴ τοῦ εἴδους. τὸ δὲ τοῦ Ποσειδῶνος εἶδος, εἰ μὲν τὰς Γυρὰς πέτρας τὰ Θετταλικὰ ὄρη ῥήξειν ἔμελλε, δεινὸς ἄν που ἐγράφετο καὶ οἷον πλήττων, ξένον δὲ τὸν Μελικέρτην ποιούμενος, ὡς ἐν τῇ γῇ ἔχοι, μειδιᾷ καθορμιζομένου καὶ κελεύει τὸν Ἰσθμὸν ἀναπετάσαι τὰ στέρνα καὶ γενέσθαι τῷ Μελικέρτῃ οἶκον. δὲ Ἰσθμός, παῖ, γέγραπται μὲν ἐν εἴδει δαίμονος ἐνυπτιάζων ἑαυτὸν τῇ γῇ, τέτακται δὲ ὑπὸ τῆς φύσεως Αἰγαίου μέσος καὶ Ἀδρίου κεῖσθαι, καθάπερ ἐπεζευγμένος τοῖς πελάγεσιν. ἔστι δὲ αὐτῷ μειράκιον μὲν ἐν δεξιᾷ Λέχαιον, οἶμαι, αἱ κόραι δ᾽ ἐν ἀριστερᾷ Κεγχρεαί τάχα που. θάλατται δὲ αὗται καλαὶ καὶ ἱκανῶς εὔδιοι τῇ τὸν Ἰσθμὸν ἀποφαινούσῃ γῇ παρακάθηνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: