previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΑΜΦΙΑΡΕΩΣ.

κζ. τὸ τοῖν δυοῖν ἅρμα ἵπποιν, το γὰρ ἐπὶ τεττάρων οὔπω τοῖς ἥρωσι διὰ χειρὸς ἦν, εἰ μὴ ἄρα Ἕκτορι τῷ θρασεῖ, φέρει τὸν Ἀμφιάρεων ἐκ Θηβῶν ἐπανιόντα, ὁπότε αὐτῷ γῆ λέγεται διασχεῖν, ὡς μαντεύοιτο ἐν τῇ Ἀττικῇ καὶ ἀληθεύοι σοφὸς ἐν πανσόφοις. ἑπτὰ οἱ Πολυνείκει τῷ Θηβαίῳ τὴν ἀρχὴν κατακτώμενοι οὐδεὶς ἐνόστησε πλὴν Ἀδράστου καὶ Ἀμφιάρεω, τοὺς δὲ λοιποὺς Καδμεία κατέσχεν. ἀπώλοντο δὲ οἱ μὲν ἄλλοι δόρασι καὶ λίθοις καὶ πελέκεσι, Καπανεὺς δὲ λέγεται κεραυνῷ βεβλῆσθαι, πρότερος, οἶμαι, κόμπῳ βαλὼν τὸν Δία. οὗτοι μὲν οὖν ἑτέρου λόγου, κελεύει δὲ γραφὴ βλέπειν ἐς μόνον τὸν Ἀμφιάρεων φεύγοντα κατὰ τῆς γῆς αὐτοῖς στέμμασι καὶ αὐτῇ δάφνῃ, καὶ οἱ ἵπποι λευκοὶ καὶ δίνη τῶν τροχῶν σπουδῆς ἔμπλεως καὶ τὸ ἆσθμα τῶν ἵππων ἀπὸ παντὸς τοῦ μυκτῆρος, ἀφρῷ δὲ γῆ διέρρανται καὶ χαίτη μετακλίνεται, διαβρόχοις τε ὑπὸ ἱδρῶτος οὖσι περίκειται λεπτὴ κόνις ἧττον μὲν καλοὺς ἀποφαίνουσα τοὺς ἵππους, ἀληθεστέρους δέ. δὲ Ἀμφιάρεως τὰ μὲν ἄλλα ὥπλισται, μόνου δὲ ἀμελεῖ κράνους ἀνιεὶς τὴν κεφαλὴν Ἀπόλλωνι, βλέπων ἱερὸν καὶ χρησμῶδες. γράφει δὲ καὶ τὸν Ὠρωπὸν νεανίαν ἐν γλαυκοῖς γυναίοις, τὸ δὴ ἐπὶ θαλάττῃ. γράφει καὶ τὸ φροντιστήριον τοῦ Ἀμφιάρεω ῥῆγμα ἱερὸν καὶ θειῶδες. αὐτοῦ καὶ Ἀλήθεια λευχειμονοῦσα, αὐτοῦ καὶ ὀνείρων πύλη, δεῖ γὰρ τοῖς ἐκεῖ μαντευομένοις ὕπνου, καὶ Ὄνειρος αὐτὸς ἐν ἀνειμένῳ τῶ εἴδει [p. 333] γέγραπται καὶ ἐσθῆτα ἔχει λευκὴν ἐπὶ μελαίνῃ, τό, οἶμαι, νύκτωρ αὐτοῦ καὶ μεθ᾽ ἡμέραν. ἔχει καὶ κέρας ἐν ταῖν χεροῖν, ὡς τὰ ἐνύπνια διὰ τῆς ἀληθοῦς ἀνάγων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: