previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΑΒΔΗΡΟΥ ΤΑΦΑΙ.

κε. μὴ τὰς ἵππους, παῖ, τὰς τοῦ Διομήδους ἆθλον ἡγώμεθα τοῦ Ἡρακλέους, ἅς γε καὶ ᾕρηκεν ἤδη καὶ συντέτριφε τῷ ῥοπάλῳ καὶ μὲν κεῖται αὐτῶν, δὲ ἀσπαίρει, τὴν δὲ ἀναπηδᾶν ἐρεῖς, δὲ πίπτει, βάρβαροι ταῖς χαίταις καὶ ἐς ὁπλὴν λάσιοι καὶ ἄλλως θηρία, φάτναι δὲ ὡς ἀνάπλεῳ μελῶν ἀνθρωπείων καὶ ὀστέων εἰσίν, οἷς ἐς τὴν ἱπποτροφίαν ταύτην Διομήδης ἐχρήσατο, αὐτός τε ἱπποτρόφος ὡς ἀγριώτερος ἰδεῖν αἱ ἵπποι, πρὸς αἷς πέπτωκεν, ἀλλὰ τουτονὶ τὸν ἆθλον χαλεπώτερον χρὴ δοκεῖν, Ἔρωτός τε πρὸς πολλοῖς ἐπιτάττοντος αὐτὸν τῷ Ἡρακλεῖ, μόχθου τε ἐπ᾽ αὐτῷ οὐ σμικροῦ ὄντος: τὸν γὰρ δὴ Ἄβδηρον Ἡρακλῆς ἡμίβρωτον φέρει ἀποσπάσας τῶν ἵππων, ἐδαίσαντο δὲ αὐτὸν ἁπαλὸν ἔτι καὶ πρὸ Ἰφίτου νέον, τουτὶ δέ ἐστι καὶ τοῖς λειψάνοις συμβαλέσθαι, καλὰ γὰρ δὴ ἔτι ἐν τῇ λεοντῇ κεῖται. τὰ μὲν δὴ δάκρυα τὰ ἐπ᾽ αὐτοῖς καὶ εἰ δή τι περιεπτύξατο αὐτῶν ὀλοφυρόμενος εἶπε, καὶ τὸ βαρὺ τοῦ προσώπου τὸ ἐπὶ πένθει δεδόσθω καὶ ἄλλῳ ἐραστῇ, ἐχέτω καὶ στήλη τι [p. 380] γέρας ἐφεστηκυῖα καλοῦ σήματι, δ᾽ οὐχ ὅπερ οἱ πολλοί, πόλιν δὲ τῷ Ἀβδήρῳ ἀνίστησιν, ἣν ἀπ᾽ αὐτοῦ καλοῦμεν καὶ ἀγὼν τῷ Ἀβδήρῳ κείσεται, ἀγωνιεῖται δ᾽ ἐπ᾽ αὐτῷ πυγμὴν καὶ παγκράτιον καὶ πάλην καὶ τὰ ἐναγώνια πάντα πλὴν ἵππων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: