previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΓΥΡΑΙ.

ιγ. αἱ τοῦ πελάγους ἀνεστηκυῖαι πέτραι καὶ [p. 359] ζέουσα περὶ αὐτὰς θάλαττα ἥρως τε δεινὸν βλέπων ἐπὶ τῶν πετρῶν καί τι καὶ φρονήματος ἔχων ἐπὶ τὴν θάλατταν Λοκρὸς Αἴας βέβληται μὲν τὴν ἑαυτοῦ ναῦν, ἐμπύρου δὲ αὐτῆς ἀποπηδήσας ὁμόσε κεχώρηκε τοῖς κύμασι, τῶν μὲν διεκπαίων, τὰ δὲ ἐπισπώμενος, τὰ δὲ ἐπαντλῶν τῷ στέρνῳ, Γυραῖς δ᾽ ἐντυχών, αἱ δὲ Γυραὶ πέτραι εἰσὶν ὑπερφαίνουσαι τοῦ Αἰγαίου κόλπου, λόγους ὑπέρφρονας λέγει κατὰ τῶν θεῶν αὐχῶν, ἐφ᾽ οἷς Ποσειδῶν αὐτὸς ἐπὶ τὰς Γυρὰς στέλλεται φοβερός, παῖ, καὶ χειμῶνος πλέως καὶ τὰς χαίτας ἐξηρμένος. καίτοι ποτὲ καὶ συνεμάχει τῷ Λοκρῷ κατὰ τὸ Ἴλιον, σωφρονοῦντι δὲ καὶ φειδομένῳ τῶν θεῶν, καὶ ἐρρώννυ αὐτὸν τῷ σκήπτρῳ, νῦν δ᾽, ἐπειδὴ ὑβρίζοντα ὁρᾷ, τὴν τρίαιναν ἐπ᾽ αὐτὸν φέρει καὶ πεπλήξεται αὐχὴν τῆς πέτρας ἀνέχων τὸν Αἴαντα, ὡς ἀποσείσαιτο αὐτὸν αὐτῇ ὕβρει. μὲν δὴ λόγος τῆς γραφῆς οὗτος, τὸ δὲ ἐναργές: λευκὴ μὲν ὑπὸ κυμάτων θάλαττα, σπιλάδες δ᾽ αἱ πέτραι διὰ τὸ ἀεὶ ῥαίνεσθαι, πῦρ δὲ ἐκ μέσης ᾄττει τῆς νεώς, ἐς ἐμπνέων ἄνεμος πλεῖ ναῦς ἔτι καθάπερ ἱστίῳ χρωμένη τῷ πυρί, δὲ Αἴας οἷον ἐκ μέθης ἀναφέρων περιαθρεῖ τὸ πέλαγος οὔτε ναῦν ὁρῶν οὔτε γῆν, καὶ οὐδὲ τὸν Ποσειδῶ προσιόντα δέδοικεν, ἀλλ᾽ ἔοικε διατεινομένῳ ἔτι, οὔπω γὰρ τοὺς βραχίονας ῥώμη ἀπολέλοιπεν, αὐχήν τε ἀνέστηκεν οἷον ἐπὶ Ἕκτορα καὶ Τρῶας. μὲν δὴ Ποσειδῶν ἐμβαλὼν τὴν τρίαιναν ἀπαράξει τὸ τρύφος αὐτῷ Αἴαντι τῆς πέτρας, αἱ δὲ Γυραὶ αἱ λοιπαὶ μενοῦσί τε, ἐς ὅσον θάλαττα, καὶ ἄσυλοι ἑστήξουσι τῷ Ποσειδῶνι. [p. 360]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: