previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δ᾽ ἱερεῖς τῶν Αἰγυπτίων τὸν χρόνον ἀπὸ τῆς Ἡλίου βασιλείας συλλογιζόμενοι μέχρι τῆς Ἀλεξάνδρου διαβάσεως εἰς τὴν Ἀσίαν φασὶν ὑπάρχειν ἐτῶν μάλιστά πως δισμυρίων καὶ τρισχιλίων. [2] μυθολογοῦσι δὲ καὶ τῶν θεῶν τοὺς μὲν ἀρχαιοτάτους βασιλεῦσαι πλείω τῶν χιλίων καὶ διακοσίων ἐτῶν, τοὺς δὲ μεταγενεστέρους οὐκ ἐλάττω τῶν τριακοσίων. [3] ἀπίστου δ᾽ ὄντος τοῦ πλήθους τῶν ἐτῶν, ἐπιχειροῦσί τινες λέγειν ὅτι τὸ παλαιόν, οὔπω τῆς περὶ τὸν ἥλιον κινήσεως ἐπεγνωσμένης, συνέβαινε κατὰ τὴν τῆς σελήνης περίοδον ἄγεσθαι τὸν ἐνιαυτόν. [4] διόπερ τῶν ἐτῶν τριακονθημέρων ὄντων οὐκ ἀδύνατον εἶναι βεβιωκέναι τινὰς ἔτη χίλια καὶ διακόσια: καὶ γὰρ νῦν δωδεκαμήνων ὄντων τῶν ἐνιαυτῶν οὐκ ὀλίγους ὑπὲρ ἑκατὸν ἔτη ζῆν. [5] παραπλήσια δὲ λέγουσι καὶ περὶ τῶν τριακόσια ἔτη δοκούντων ἄρξαι: κατ᾽ ἐκείνους γὰρ τοὺς χρόνους τὸν ἐνιαυτὸν ἀπαρτίζεσθαι τέτταρσι μησὶ τοῖς γινομένοις κατὰ τὰς ἑκάστων τῶν χρόνων ὥρας, οἷον ἔαρος, θέρους, χειμῶνος: ἀφ᾽ ἧς αἰτίας καὶ παρ᾽ ἐνίοις τῶν Ἑλλήνων τοὺς ἐνιαυτοὺς ὥρους καλεῖσθαι [p. 42] καὶ τὰς κατ᾽ ἔτος ἀναγραφὰς ὡρογραφίας προσαγορεύεσθαι. [6] οἱ δ᾽ οὖν Αἰγύπτιοι μυθολογοῦσι κατὰ τὴν Ἴσιδος ἡλικίαν γεγονέναι τινὰς πολυσωμάτους τοὺς ὑπὸ μὲν τῶν Ἑλλήνων ὀνομαζομένους γίγαντας, ὑφ᾽ ἑαυτῶν δὲ διακοσμουμένους τερατωδῶς ἐπὶ τῶν ἱερῶν καὶ τυπτομένους ὑπὸ τῶν περὶ τὸν Ὄσιριν. [7] ἔνιοι μὲν οὖν αὐτοὺς γηγενεῖς φασιν ὑπάρξαι, προσφάτου τῆς τῶν ζῴων γενέσεως ἐκ τῆς γῆς ὑπαρχούσης, ἔνιοι δὲ λέγουσι σώματος ῥώμῃ διενεγκόντας καὶ πολλὰς ἐπιτελεσαμένους ἀπὸ τοῦ συμβεβηκότος μυθολογηθῆναι πολυσωμάτους. [8] συμφωνεῖται δὲ παρὰ τοῖς πλείστοις ὅτι τοῖς περὶ τὸν Δία καὶ τὸν Ὄσιριν θεοῖς πόλεμον ἐνστησάμενοι πάντες ἀνῃρέ- θησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: