previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ κατὰ μὲν τὸν πρῶτον τῶν τοίχων τὸν βασιλέα κατεσκευάσθαι πολιορκοῦντα τεῖχος ὑπὸ ποταμοῦ περίρρυτον καὶ προκινδυνεύοντα πρός τινας ἀντιτεταγμένους [p. 84] μετὰ λέοντος, συναγωνιζομένου τοῦ θηρίου καταπληκτικῶς: ὑπὲρ οὗ τῶν ἐξηγουμένων οἱ μὲν ἔφασαν πρὸς ἀλήθειαν χειροήθη λέοντα τρεφόμενον ὑπὸ τοῦ βασιλέως συγκινδυνεύειν αὐτῷ κατὰ τὰς μάχας καὶ τροπὴν ποιεῖν τῶν ἐναντίων διὰ τὴν ἀλκήν, τινὲς δ᾽ ἱστόρουν ὅτι καθ᾽ ὑπερβολὴν ἀνδρεῖος ὢν καὶ φορτικῶς ἑαυτὸν ἐγκωμιάζειν βουλόμενος, διὰ τῆς τοῦ λέοντος εἰκόνος τὴν διάθεσιν ἑαυτοῦ τῆς ψυχῆς ἐσήμαινεν. [2] ἐν δὲ τῷ δευτέρῳ τοίχῳ τοὺς αἰχμαλώτους ὑπὸ τοῦ βασιλέως ἀγομένους εἰργάσθαι τά τε αἰδοῖα καὶ τὰς χεῖρας οὐκ ἔχοντας, δι᾽ ὧν δοκεῖν δηλοῦσθαι διότι ταῖς ψυχαῖς ἄνανδροι καὶ κατὰ τὰς ἐν τοῖς δεινοῖς ἐνεργείας ἄχειρες ἦσαν. [3] τὸν δὲ τρίτον ἔχειν γλυφὰς παντοίας καὶ διαπρεπεῖς γραφάς, δι᾽ ὧν δηλοῦσθαι βουθυσίας τοῦ βασιλέως καὶ θρίαμβον ἀπὸ τοῦ πολέμου καταγόμενον. [4] κατὰ δὲ μέσον τὸν περίστυλον ὑπαίθριον βωμὸν ᾠκοδομῆσθαι τοῦ καλλίστου λίθου τῇ τε χειρουργίᾳ διάφορον καὶ τῷ μεγέθει θαυμαστόν. [5] κατὰ δὲ τὸν τελευταῖον τοῖχον ὑπάρχειν ἀνδριάντας καθημένους δύο μονολίθους ἑπτὰ καὶ εἴκοσι πηχῶν, παρ᾽ οὓς εἰσόδους τρεῖς ἐκ τοῦ περιστύλου κατεσκευάσθαι, καθ᾽ ἃς οἶκον ὑπάρχειν ὑπόστυλον, ᾠδείου τρόπον κατεσκευασμένον, ἑκάστην πλευρὰν ἔχοντα δίπλεθρον. [6] ἐν τούτῳ δ᾽ εἶναι πλῆθος ἀνδριάντων ξυλίνων, διασημαῖνον τοὺς τὰς ἀμφισβητήσεις ἔχοντας καὶ προσβλέποντας τοῖς τὰς δίκας κρίνουσι: τούτους δ᾽ ἐφ᾽ ἑνὸς τῶν τοίχων ἐγγεγλύφθαι [p. 85] τριάκοντα τὸν ἀριθμόν, καὶ κατὰ τὸ μέσον τὸν ἀρχιδικαστήν, ἔχοντα τὴν ἀλήθειαν ἐξηρτημένην ἐκ τοῦ τραχήλου καὶ τοῦς ὀφθαλμοὺς ἐπιμύοντα, καὶ βιβλίων αὐτῷ παρακείμενον πλῆθος: ταύτας δὲ τὰς εἰκόνας ἐνδείκνυσθαι διὰ τοῦ σχήματος ὅτι τοὺς μὲν δικαστὰς οὐδὲν δεῖ λαμβάνειν, τὸν ἀρχιδικαστὴν δὲ πρὸς μόνην βλέπειν τὴν ἀλήθειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: