previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δε ηαρπαλψξε

Κλύμενος δὲ Τελέως ἐν Ἄργει γήμας Ἐπικάστην γεννᾷ παῖδας ἄρρενας μὲν Ἴδαν καὶ Θήραγρον, θυγατέρα δὲ Ἁρπαλύκην πολύ τι τῶν ἡλίκων θηλειῶν κάλλει διαφέρουσαν. [2] Ταύτης εἰς ἔρωτα ἐλθὼν χρόνον μέν τινα ἐκαρτέρει καὶ περιῆν τοῦ παθήματος: ὡς δὲ πολὺ μᾶλλον αὐτὸν ὑπέρρει τὸ νόσημα, τότε διὰ τῆς τροφοῦ κατεργασάμενος τὴν κόρην λαθραίως αὐτῇ συνῆλθεν. [3] Ἐπεὶ μέντοι γάμου καιρὸς ἦν καὶ παρῆν Ἀλάστωρ, εἷς τῶν Νειλειδῶν, ἀξόμενος αὐτήν, καθωμολόγητο, παραχρῆμα μὲν ἐνεχείρισε, πάνυ λαμπροὺς γάμους δαίσας: μεταγνοὺς δὲ οὐ πολὺ ὕστερον διὰ τὸ ἔκφρων εἶναι μεταθεῖ τὸν Ἀλάστορα, καὶ περὶ μέσην ὁδὸν αὐτῶν ἤδη ὄντων, ἀφαιρεῖται τὴν κόρην, ἀγαγόμενός τε εἰς Ἄργος ἀναφανδὸν αὐτῇ ἐμίσγετο. [4] δὲ δεινὰ καὶ ἔκνομα πρὸς τοῦ πατρὸς δόξασα πεπονθέναι τὸν νεώτερον ἀδελφὸν κατακόπτει, καί τινος ἑορτῆς καὶ θυσίας παῤ Ἀργείοις τελουμένης, ἐν δημοσίᾳ πάντες εὐωχοῦνται, τότε σκευάσασα τὰ κρέα τοῦ παιδὸς παρατίθησι τῷ πατρί. [5] Καὶ ταῦτα δράσασα αὐτὴ μὲν εὐξαμένη θεοῖς ἐξ ἀνθρώπων ἀπαλλαγῆναι μεταβάλλει τὴν ὄψιν εἰς χαλκίδα ὄρνιν: Κλύμενος δέ, ὡς ἔννοιαν ἔλαβε τῶν συμφορῶν, διαχρῆται ἑαυτόν. [p. 18]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: